Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

1.4 χρόνοις δʼ οὐ πολλοῖς ὕστερον Ἡρακλέους καταχθέντος εἰς Ἰταλίαν, ὅτε τὴν στρατιὰν ἐξ Ἐρυθείας οἴκαδε ἀπήγαγε, μοῖρά τις ὑπολειφθεῖσα τῆς σὺν αὐτῷ δυνάμεως Ἑλληνικὴ πλησίον ἱδρύεται τοῦ Παλλαντίου, πρὸς ἑτέρῳ τῶν ἐμπεπολισμένων τῇ πόλει λόφων, ὃς τότε μὲν ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος ἐλέγετο, νῦν δὲ Καπιτωλῖνος ὑπὸ Ῥωμαίων· Ἐπειοὶ οἱ πλείους τούτων ἦσαν ἐκ πόλεως Ἤλιδος ἐξαναστάντες διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ὑφʼ Ἡρακλέους.
2.1 γενεᾷ δʼ ἑκκαιδεκάτῃ μετὰ τὸν Τρωικὸν πόλεμον Ἀλβανοὶ συνοικίζουσιν ἄμφω τὰ χωρία ταῦτα τείχει περιλαβόντες καὶ τάφρῳ. τέως δὲ ἦν αὔλια βουφορβίων τε καὶ ποιμνίων καὶ τῶν ἄλλων καταγωγαὶ βοτήρων ἄφθονον ἀναδιδούσης πόαν τῆς αὐτόθι γῆς οὐ μόνον τὴν χειμερινήν, ἀλλὰ καὶ τὴν θερεινόμον διὰ τοὺς ἀναψύχοντάς τε καὶ κατάρδοντας αὐτὴν ποταμούς.
2.2 γένος δὲ τὸ τῶν Ἀλβανῶν μικτὸν ἦν ἔκ τε Πελασγῶν καὶ Ἀρκάδων καὶ Ἐπειῶν τῶν ἐξ Ἤλιδος ἐλθόντων, τελευταίων δὲ τῶν μετὰ τὴν Ἰλίου ἅλωσιν ἀφικομένων εἰς Ἰταλίαν Τρώων, οὺς ἦγεν Αἰνείας ὁ Ἀγχίσου καὶ Ἀφροδίτης. εἰκὸς δέ τι καὶ βαρβαρικὸν ἐκ τῶν προσοίκων ἢ παλαιῶν οἰκητόρων ὑπολιπὲς τῷ Ἑλληνικῷ συγκαταμιγῆναι. ὄνομα δὲ κοινὸν οἱ σύμπαντες οὗτοι Λατῖνοι ἐκλήθησαν ἐπʼ ἀνδρὸς δυναστεύσαντος τῶν τόπων Λατίνου τὰς κατὰ τὸ ἔθνος ὀνομασίας ἀφαιρεθέντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme