Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

13.3 ἡγεμόνος αὐτῶν τοῦτʼ ἔχοντος τοὔνομα. ἦν γὰρ καὶ τούτων ἡγεμὼν ὁ διαφανέστατος, ᾧ τρεῖς ὑπετάγησαν ἑκατόνταρχοι καὶ αὖθις ὑπʼ ἐκείνοις ἕτεροι τὰς ὑποδεεστέρας ἔχοντες ἀρχάς, οἳ κατὰ πόλιν μὲν αἰχμοφόροι τε αὐτῷ παρηκολούθουν καὶ τῶν κελευομένων ὑπηρέται, κατὰ δὲ τὰς στρατείας πρόμαχοί τε ἦσαν καὶ παρασπισταί· καὶ τὰ πολλὰ οὗτοι κατώρθουν ἐν τοῖς ἀγῶσι πρῶτοί τε ἄρχοντες μάχης καὶ τελευταῖοι τῶν ἄλλων ἀφιστάμενοι, ἱππεῖς μὲν ἔνθα ἐπιτήδειον εἴη πεδίον ἐνιππομαχῆσαι, πεζοὶ δὲ ὅπου τραχὺς εἴη καὶ ἄνιππος τόπος.
13.4 τοῦτό μοι δοκεῖ παρὰ Λακεδαιμονίων μετενέγκασθαι τὸ ἔθος μαθὼν ὅτι καὶ παρʼ ἐκείνοις οἱ γενναιότατοι τῶν νέων τριακόσιοι φύλακες ἦσαν τῶν βασιλέων, οἷς ἐχρῶντο κατὰ τοὺς πολέμους παρασπισταῖς, ἱππεῦσί τε οὖσι καὶ πεζοῖς.
14.1 καταστησάμενος δὴ ταῦτα διέκρινε τὰς τιμὰς καὶ τὰς ἐξουσίας, ἃς ἑκάστους ἐβούλετο ἔχειν. βασιλεῖ μὲν οὖν ἐξῄρητο τάδε τὰ γέρα· πρῶτον μὲν ἱερῶν καὶ θυσιῶν ἡγεμονίαν ἔχειν καὶ πάντα διʼ ἐκείνου πράττεσθαι τὰ πρὸς τοὺς θεοὺς ὅσια, ἔπειτα νόμων τε καὶ πατρίων ἐθισμῶν φυλακὴν ποιεῖσθαι καὶ παντὸς τοῦ κατὰ φύσιν ἢ κατὰ συνθήκας δικαίου προνοεῖν τῶν τε ἀδικημάτων τὰ μέγιστα μὲν αὐτὸν δικάζειν, τὰ δʼ ἐλάττονα τοῖς βουλευταῖς ἐπιτρέπειν προνοούμενον ἵνα μηδὲν γίγνηται περὶ τὰς δίκας πλημμελές, βουλήν τε συνάγειν καὶ δῆμον συγκαλεῖν καὶ γνώμης ἄρχειν καὶ τὰ δόξαντα τοῖς πλείοσιν ἐπιτελεῖν. ταῦτα μὲν ἀπέδωκε βασιλεῖ τὰ γέρα καὶ ἔτι πρὸς τούτοις ἡγεμονίαν ἔχειν αὐτοκράτορα ἐν πολέμῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme