Book 2
74.4
τοῦτο δ οὐκ ἐπὶ τῶν ἰδιωτικῶν κατεστήσατο μόνον κτήσεων τὸ δίκαιον, ἀλλὰ καὶ ἐπὶ τῶν δημοσίων, ὅροις κἀκείνας περιλαβών, ἵνα καὶ τὴν Ῥωμαίων γῆν ἀπὸ τῆς ἀστυγείτονος ὅριοι διαιρῶσι θεοὶ καὶ τὴν κοινὴν ἀπὸ τῆς ἰδίας. τοῦτο μέχρι τῶν καθʼ ἡμᾶς χρόνων φυλάττουσι Ῥωμαῖοι τοῦ χρόνου μνημεῖα τῆς ὁσίας αὐτῆς ἕνεκα. θεούς τε γὰρ ἡγοῦνται τοὺς τέρμονας καὶ θύουσιν αὐτοῖς ὁσέτη τῶν μὲν ἐμψύχων οὐδὲν ʽοὐ γὰρ ὅσιον αἱμάττειν τοὺς λίθουσʼ πελάνους δὲ
74.5
δημητρίους καὶ ἄλλας τινὰς καρπῶν ἀπαρχάς. ἐχρῆν δὲ καὶ τὸ ἔργον ἔτι φυλάττειν πιστὸν αὐτούς, οὗ χάριν θεοὺς ἐνόμισε τοὺς τέρμονας ὁ Νόμας, ἱκανουμένους τοῖς ἑαυτῶν κτήμασι, τῶν δʼ ἀλλοτρίων μήτε βίᾳ σφετεριζομένους μηδὲν μήτε δόλῳ. νῦν δʼ οὐχ ὡς ἄμεινον οὐδʼ ὡς οἱ πρόγονοι παρέδοσαν ὁρίζουσί τινες ἀπὸ τῶν ἀλλοτρίων τὰ οἰκεῖα, ἀλλʼ ἔστιν αὐτοῖς ὅρος τῶν κτήσεων οὐχ ὁ νόμος, ἀλλʼ ἡ πάντων ἐπιθυμία, πρᾶγμα οὐ καλόν. ἀλλʼ ὑπὲρ μὲν τούτων ἐν ἑτέροις παρίεμεν σκοπεῖν.
75.1
ὁ δὲ Νόμας εἰς μὲν εὐτέλειαν καὶ σωφροσύνην διὰ τοιούτων συνέστειλε νόμων τὴν πόλιν, εἰς δὲ τὴν περὶ τὰ συμβόλαια δικαιοσύνην ὑκηγάγετο πρᾶγμα ἐξευρὼν ἠγνοημένον ὑπὸ πάντων τῶν καταστησαμένων τὰς ἐλλογίμους πολιτείας. ὁρῶν γὰρ ὅτι τῶν συμβολαίων τὰ μὲν ἐν φανερῷ καὶ μετὰ μαρτύρων πραττόμενα ἡ τῶν συνόντων αἰδὼς φυλάττει, καὶ σπάνιοί τινές εἰσιν οἱ περὶ τὰ τοιαῦτα ἀδικοῦντες, τὰ δὲ ἀμάρτυρα πολλῷ πλείω τῶν ἑτέρων ὄντα μίαν ἔχει φυλακὴν τὴν τῶν συμβαλόντων πίστιν, περὶ ταύτην ᾤετο δεῖν σπουδάσαι παντὸς ἄλλου μάλιστα καὶ ποιῆσαι θείων σεβασμῶν ἀξίαν.