Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

73.4 γενόμενοι. τὰ μὲν δὴ περὶ τὸ θεῖον νομοθετηθέντα ὑπὸ τοῦ Νόμα καὶ διαιρεθέντα κατὰ τὰς συμμορίας τῶν ἱερῶν, ἐξ ὧν εὐσεβεστέραν συνέβη γενέσθαι τὴν πόλιν, πρὸς τοῖς ἄλλοις ἐλάττοσι τὰ μέγιστα καὶ φανερώτατα ταῦτʼ ἦν.
74.1 τὰ δʼ εἰς εὐτέλειάν τε καὶ σωφροσύνην ἄγοντα τὸν ἑκάστου βίον καὶ εἰς ἐπιθυμίαν καταστήσαντα τῆς φυλαττούσης ἐν ὁμονοίᾳ τὴν πόλιν δικαιοσύνης πλεῖστα ὅσα, τὰ μὲν ἐγγράφοις περιληφθέντα νόμοις, τὰ δʼ ἐξω γραφῆς εἰς ἐπιτηδεύσεις ἀχθέντα καὶ συνασκήσεις χρονίους· ὑπὲρ ὧν ἁπάντων μὲν πολὺ ἂν ἔργον εἴη λέγειν, ἀρκέσει δὲ δύο τὰ μεγίστης μνήμης τυχόντα τεκμήρια καὶ τῶν ἄλλων
74.2 γενέσθαι· τῆς μὲν αὐταρκείας καὶ τοῦ μηδένα τῶν ἀλλοτρίων ἐπιθυμεῖν ἡ περὶ τοὺς ὁρισμοὺς τῶν κτήσεων νομοθεσία. κελεύσας γὰρ ἑκάστῳ περιγράψαι τὴν ἑαυτοῦ κτῆσιν καὶ στῆσαι λίθους ἐπὶ τοῖς ὅροις ἱεροὺς ἀπέδειξεν ὁρίου Διὸς τοὺς λίθους, καὶ θυσίας ἔταξεν αὐτοῖς ἐπιτελεῖν ἅπαντας ἡμέρᾳ τακτῇ καθʼ ἕκαστον ἐνιαυτὸν ἐπὶ τὸν τόπον συνερχομένους, ἑορτὴν ἐν τοῖς πάνυ τιμίαν καὶ τὴν τῶν ὁρίων θεῶν καταστησάμενος.
74.3 ταύτην Ῥωμαῖοι Τερμινάλια καλοῦσιν ἐπὶ τῶν τερμόνων καὶ τοὺς ὅρους αὐτοὺς ἑνὸς ἀλλαγῇ γράμματος παρὰ τὴν ἡμετέραν διάλεκτον ἐκφέροντες τέρμινας προσαγορεύουσιν. εἰ δέ τις ἀφανίσειεν ἢ μεταθείη τοὺς ὅρους, ἱερὸν ἐνομοθέτησεν εἶναι τοῦ θεοῦ τὸν τούτων τι διαπραξάμενον, ἵνα τῷ βουλομένῳ κτείνειν αὐτὸν ὡς ἱερόσυλον ἥ τε ἀσφάλεια καὶ τὸ καθαρῷ μιάσματος εἶναι προσῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme