Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 19

9.3 ἃς ἂν αὐτῶν ἐγὼ καταγνῶ. ὀρθῶς δὲ ποιήσετε καὶ ὑμεῖς βεβαιωτὰς παρασχόντες ὑπὲρ ὧν ἂν ἐκείνων τινὲς ἐπικαλῶσιν, ὅτι τὰ κριθέντα ὑπʼ ἐμοῦ φυλάξετε κύρια. ταῦτα ποιοῦσι μὲν ὑμῖν εἰρήνην ἐπαγγέλλομαι παρέξειν καὶ φίλος ἔσεσθαι καὶ ἐφʼ οὓς ἄν με παρακαλῆτε πολέμους προθύμως βοηθήσειν,
9.4 μὴ ποιοῦσι δʼ οὐκ ἂν ἐπιτρέψαιμι χώραν συμμάχων ἀνσδρῶν ἐξερημοῦν καὶ πόλεις Ἑλληνίδας ἀναρπάζειν καὶ σώματα ἐλεύθερα λαφυροπωλεῖν, ἀλλὰ κωλύσω τοῖς ὅπλοις, ἵνα παύσησθε ἤδη ποτὲ ἄγοντες καὶ φέροντες ὅλην Ἰταλίαν καὶ πᾶσιν ἀνθρώποις ὡς δούλοις ἐντρυφῶντες. ἐκδέξομαι δὲ τὰς σὰς ἀποκρίσεις μέχρι δεκάτης ἡμέρας· περαιτέρω γὰρ οὐκ ἂν ἔτι δυναίμην. Ambr.
10.1 πρὸς ταῦτα ὁ Ῥωμαίων ὕπατος ἀντιγράφει τήν τε αὐθάδειαν τοῦ ἀνδρὸς ἐπιρραπίζων καὶ τὸ φρόνημα τῆς Ῥωμαίων πόλεως ἐνδεικνύμενος· Πόπλιος Οὐαλέριος Λαβίνιος, στρατηγὸς ὕπατος Ῥωμαίων,
10.2 βασιλεῖ Πύρρῳ χαίρειν. ἀνδρὸς ἔργον εἶναί μοι δοκεῖ σώφρονος ἀπειλητικὰς πέμπειν ἐπιστολὰς πρὸς τοὺς ὑπηκόους· ὧν δʼ οὔτε τὴν δύναμιν ἐξήτακεν οὔτε τὰς ἀρετὰς ἐπέγνωκε, τούτων ὡς φαύλων καὶ μηδενὸς ἀξίων καταφρονεῖν, ἀνοήτου μοι φαίνεται τρόπου τεκμήριον εἶναι καὶ τὸ διάφορον οὐκ ἐπισταμένου.
10.3 ἡμεῖς δὲ οὐ τοῖς λόγοις τιμωρεῖσθαι τοὺς ἐχθροὺς εἰώθαμεν, ἀλλὰ τοῖς ἔργοις, καὶ οὔτε δικαστὴν ποιούμεθά σε περὶ ὧν Ταραντίνοις ἢ Σαυνίταις ἢ τοῖς ἄλλοις πολεμίοις ἐγκαλοῦμεν οὔτʼ ἐγγυητὴν λαμβάνομεν ἐκτίσματος οὐδενός, ἀλλὰ τοῖς ἡμῶν αὐτῶν ὅπλοις τὸν ἀγῶνα κρινοῦμεν καὶ τὰς τιμωρίας, ὡς ἂν αὐτοὶ θέλωμεν, ἀναπράξομεν. ταῦτα δὴ προειδὼς ἀνταγωνιστὴν ἡμῖν παρασκεύαζε σαυτόν, ἀλλὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme