Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 19

8.2 διαλυθείσης δὲ τῆς ἁπάντων σπουδῆς εἰς γέλωτα, καὶ τῶν μὲν ᾅδειν αὐτὸν κελευόντων, τῶν δὲ ὀρχεῖσθαι περιβλέψας κύκλῳ καὶ τῇ χειρὶ διασημήνας ἡσυχίαν αὐτῷ παρασχεῖν, ἐπειδὴ κατέστειλε τὸν θόρυβον· ἄνδρες, ἔφη, πολῖται, τούτων, ὧν ἐμὲ ποιοῦντα ὁρᾶτε νῦν, οὐδὲν ὑμῖν ἐξέσται ποιεῖν, ἐὰν βασιλέα καὶ φρουρὰν εἰς τὴν πόλιν εἰσελθεῖν ἐάσητε.
8.3 ὡς δὲ κινουμένους καὶ προσέχοντας εἶδε πολλοὺς καὶ κελεύοντας λέγειν, σώζων ἔτι τὸ προσποίημα τῆς κραιπάλης τὰ συμβησόμενα αὐτοῖς ἠριθμεῖτο κακά· ἔτι δὲ αὐτοῦ λέγοντος οἱ τῶν κακῶν αἴτιοι συλλαβόντες αὐτὸν κατὰ κεφαλῆς ἐξωθοῦσιν ἐκ τοῦ θεάτρου. Ambr.
9.1 βασιλεὺς Ἠπειρωτῶν Πύρρος, βασιλέως Αἰακίδου, Ποπλίῳ Οὐαλερίῳ τῷ Ῥωμαίων ὑπάτῳ χαίρειν. πεπύσθαι μὲν εἰκός σε παρʼ ἑτέρων, ὅτι πάρειμι μετὰ τῆς δυνάμεως Ταραντίνοις τε καὶ τοῖς ἄλλοις Ἰταλιώταις ἐπικαλεσαμένοις βοηθήσων· καὶ μηδὲ ταῦτα ἀγνοεῖν, τίνων τε ἀνδρῶν ἀπόγονός εἰμι καὶ τίνας αὐτὸς ἀποδέδειγμαι πράξεις καὶ πόσην δύναμιν ἐπάγομαι καὶ ὡς τὰ πολέμια ἀγαθήν.
9.2 οἰόμενος δή σε τούτων ἕκαστον ἐπιλογιζόμενον μὴ περιμένειν, ἕως ἔργῳ καὶ πείρᾳ μάθῃς τὴν κατὰ τοὺς ἀγῶνας ἡμῶν ἀρετήν, ἀλλʼ ἀποστάντα τῶν ὅπλων χωρεῖν ἐπὶ τοὺς λόγους, συμβουλεύω τε σοι, περὶ ὧν ὁ Ῥωμαίων δῆμος διαφέρεται πρὸς Ταραντίνους ἢ Λευκανοὺς ἢ Σαυνίτας ἐμοὶ τὴν διάγνωσιν ἐπιτρέπειν — διαιτήσω γὰρ ἀπὸ παντὸς τοῦ δικαίου τὰ διάφορα — καὶ παρέξω τοὺς ἐμαυτοῦ φίλους ἁπάσας τὰς βλάβας ἀποτίνοντας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme