Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 19

5.4 γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι, γελᾶτε· πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε. ἐκπικρανθέντων δέ τινων πρὸς τὴν ἀπειλήν· καὶ ἵνα γε μᾶλλον, ἔφησεν, ἀγανακτήσητε, καὶ τοῦθʼ ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν ἐσθῆτα ταύτην αἵματι ἐκπλυνεῖτε.
5.5 ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως. Ursin.
6.1 ἄρτι δʼ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ πεμφθέντες εἰς τὸν Τάραντα πρές2βεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες, καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι. ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι μέχρι δύσεως ἡλίου· καὶ τοῦτʼ ἐποίησαν ἐφʼ ἡμέρας συχνάς.
6.2 ἦν δʼ ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας ὑπὸ τῶν Ταραντίνων, — τοῦτο γὰρ ἅπαντες ὡμολόγουν — ἀλλʼ ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπʼ αὐτοὺς στρατιᾶς. ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἕως Λευκανοί τʼ ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρʼ αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλʼ ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme