Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 19

18.1 ἂν ταῦτα λέγοντες ἐκγράψωσί με τῆς βουλῆς καὶ μεταγάγωσιν εἰς τὰς τῶν ἀτίμων φυλάς, τί πρὸς αὐτοὺς ἕξω λέγειν δίκαιον ἢ ποιεῖν; τίνα τὸν μετὰ ταῦτα βίον ζήσομαι τηλικαύτῃ περιπεσὼν ἀτιμίᾳ
18.2 καὶ τοὺς ἐξ ἐμαυτοῦ πάντας περιλαβών; σοὶ δὲ αὐτῷ τί χρήσιμος ἔτι φανήσομαι τὸ δύνασθαί τι καὶ τιμᾶσθαι παρὰ τοῖς πολίταις ἀποβαλών, διʼ ἃ νῦν ἐσπούδακας περὶ ἐμοῦ; λείπεται δὴ τὸν οὐδεμίαν ἔτι χώραν ἐν τῇ πατρίδι κατέχειν δυνάμενον ἀπιέναι πανοικεσίᾳ, τὰς ἀσχήμονας αὑτοῦ καταγνόντα φυγάς.
18.3 ἔπειτα ποῦ τὸν λοιπὸν ἔσομαι χρόνον; ἢ τίς ὑποδέξεταί με τόπος ἀπαρρησίαστον γενόμενον ὥσπερ εἰκός; ἡ σὴ βασιλεία, νὴ Δία, καὶ παρέξεις μοι σὺ τὴν τυραννικὴν ἅπασαν εὐδαιμονίαν; καὶ τί μοι τηλικοῦτο δώσεις ἀγαθόν, ὅσον ἀφελεῖ τὸ πάντων τιμιώτατον κτημάτων ἀφελόμενος, τὴν ἐλευθερίαν;
18.4 πῶς δʼ ἂν ὑπομεῖναι δυναίμην ἐγὼ τοῦ βίου μεταβολὴν ὀψὲ δουλεύειν διδασκόμενος; ὅπου γὰρ οἱ γεννηθέντες ἐν βασιλείαις καὶ τυραννίσιν, ὅταν εὐγενῶς ἔχωσι, τῆς ἐλευθερίας γλίχονται καὶ πάνθʼ ἡγοῦνται τἀγαθὰ ταύτης ἐλάττω, ἦ που οἱ ἐν ἐλευθέρᾳ καὶ ἑτέρων ἄρχειν μαθούσῃ πόλει βιώσαντες πρᾴως οἴσουσι τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μεταβολήν, ἐξ ἐλευθέρων ὑπομείναντες δοῦλοι γενέσθαι, ἵνα λαμπρὰς παρατιθῶνται καθʼ ἡμέραν τραπέζας καὶ πολλοὺς θεράποντας περιάγωνται καὶ γυναικῶν καὶ παίδων εὐπρεπῶν ἀφειδεῖς ἀπολαύσεις λαμβάνωσιν, ὥσπερ ἐν τούτοις τῆς ἀνθρωπίνης εὐδαιμονίας κειμένης, ἀλλʼ οὐκ ἐν ἀρετῇ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme