Book 19
16.1
νὴ Δίʼ, ἀλλʼ οὐ περίεστί μοι τοῖς πλησίον ἐπαρκεῖν, οὐδʼ ἐκ περιουσίας ἐπιστήμην ἔδωκέ μοι ὁ θεὸς ἔχειν οὐδὲ μαντικήν, αἷς ὠφέλουν ἂν τοὺς δεομένους, οὐδʼ ἄλλα πολλά· ἃ δʼ ἐστὶν ἐν ἐμοί, τούτων μεταδιδοὺς καὶ πόλει καὶ φίλοις, καὶ ἀφʼ ὧν δύναμαι ποιεῖν εὖ τινας, ταῦτα τὰ κοινὰ τοῖς δεομένοις παρέχων, οὐκ ἂν ἡγησαίμην αἴτιον ἐμαυτόν. ταῦτα δʼ ἐστίν, ἃ σὺ κράτιστα νομίζεις εἶναι καὶ πολλῶν
16.2
χρημάτων αἰτεῖς πρίασθαι. εἰ δὲ δὴ καὶ τὰ μάλιστα διὰ τὰς εὐεργεσίας τῶν δεομένων τὸ πολλὰ κεκτῆσθαι χρήματα μεγάλης ἦν σπουδῆς καὶ φιλοτιμίας ἄξιον, καὶ μακαριωτάτους ὑπῆρχεν εἶναι τοὺς πλουσιωτάτους, ὡς τοῖς βασιλεῦσιν ὑμῖν δοκεῖ, πότερος ἦν μοι τρόπος εὐπορίας κρείττων; ἀφʼ ὧν σύ μοι νῦν μεταδίδως αἰσχρῶς ἢ ἀφʼ ὧν αὐτὸς ἐκτησάμην καλῶς πρότερον;
16.3
παρέσχε γάρ μοι τὰ πολιτικὰ πράγματα χρηματισμῶν ἀφορμὰς δικαίας, πολλάκις μὲν καὶ πρότερον, μάλιστα δʼ, ἐπεὶ ἐπὶ Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους στρατιὰν ἄγων ἐστάλην τετάρτῳ πρότερον ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν ἔχων, καὶ πολλὴν μὲν χώραν ἐλεηλάτησα, πολλαῖς δὲ μάχαις τοὺς ἀντιταξαμένους ἐνίκησα, πολλὰς δὲ καὶ εὐδαίμονας πόλεις κατὰ κράτος ἑλὼν ἐξεπόρθησα, ἐξ ὧν τὴν στρατιὰν ἅπασαν ἐπλούτισα, καὶ τὰς εἰσφορὰς τοῖς ἰδιώταις, ἃς εἰς τὸν πόλεμον προεισήνεγκαν, ἀπέδωκα, καὶ τετρακόσια τάλαντα μετὰ τὸν θρίαμβον εἰς τὸ ταμιεῖον εἰσήνεγκα.