Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 19

13.1 ὅτι Πύρρου τοῦ Ἠπειρωτῶν βασιλέως ἐπὶ τὴν Ῥώμην στρατιὰν ἐξαγαγόντος ἐβουλεύσαντο πρεσβευτὰς ἀποστεῖλαι τοὺς ἀξιώσοντας Πύρρον ἀπολυτρῶσαι σφίσι τοὺς αἰχμαλώτους εἴτʼ ἀντιδιαλλαξάμενον ἑτέρων σωμάτων εἴτʼ ἀργύριον κατʼ ἄνδρα ὁρίσαντα, καὶ ἀποδεικνύουσι πρέσβεις Γάιον Φαβρίκιον, ὃς ἐνιαυτῷ τρίτῳ πρότερον ὑπατεύων Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους ἐνίκησε μεγάλαις μάχαις καὶ τὴν Θουρίων πολιορκίαν ἔλυσε, καὶ Κόιντον Αἰμίλιον τὸν συνάρξαντα τῷ Φαβρικίῳ καὶ τὴν ἡγεμονίαν τοῦ Τυρρηνικοῦ πολέμου σχόντα, καὶ Πόπλιον Κορνήλιον, ὃς ἐνιαυτῷ τετάρτῳ πρότερον ὑπατεύων Κελτῶν ἔθνος ὅλον, τοὺς καλουμένους Σένωνας ἐχθίστους Ῥωμαίων ὄντας, πολεμῶν ἅπαντας ἡβηδὸν κατέσφαξεν.
13.2 οὗτοι πρὸς Πύρρον ἀφικόμενοι καὶ διαλεχθέντες, ὅσα τῇ τοιαύτῃ χρείᾳ πρόσφορα ἦν, ὡς ἀτέκμαρτον πρᾶγμα τύχη καὶ ταχεῖαι τῶν πολέμων αἱ τροπαὶ καὶ τῶν συμβησομένων οὐδὲν ἀνθρώποις προειδέναι ῥᾴδιον, ἐπʼ ἐκείνῳ τὴν προαίρεσιν ἐποίουν, εἴτʼ ἀργύριον ἀντὶ τῶν αἰχμαλώτων ἐβούλετο λαβεῖν εἴτε ἑτέρους αἰχμαλώτους.
13.3 Πύρρος δὲ μετὰ τῶν φίλων βουλευσάμενος ἀποκρίνεται τάδε αὐτοῖς· σχέτλιόν τι πρᾶγμα ποιεῖτε, ὦ ἄνδρες Ῥωμαῖοι, φιλίαν μὲν οὐ βουλόμενοι συνάψαι πρὸς ἐμέ, τοὺς δὲ ἁλόντας κατὰ πόλεμον ἀξιοῦντες ἀπολαβεῖν, ἵνα τοῖς αὐτοῖς τούτοις σώμασιν εἰς τὸν κατʼ ἐμοῦ πόλεμον ἔχητε χρῆσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme