Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 15

4.4 τοὺς χρόνους. ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρόνου προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γιγνομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν.
4.5 ἐνθυμούμενοι δʼ ὅτι πολὺ τῆς στρατιᾶς ἐστι τὸ δυσάγωγον καὶ ταῖς ἐπιταγαῖς τῶν ἡγεμόνων ἀπειθές, ὡς ἐν ἄλλαις τε πολλαῖς πείραις ἐδήλωσε καὶ τὰ τελευταῖα ἐν τῇ Καμπανικῇ παραχειμασίᾳ, ἀφʼ ἧς εἰς τοσαύτην ἀπόνοιαν ἦλθον αὐτῶν τινες, ὥστε καὶ πόλεσιν ἐπιθέσθαι καὶ τὸν ὕπατον καταλιπεῖν καὶ κατὰ τῆς πατρίδος ὅπλα ἀναλαβεῖν, τούτους ᾤοντο δεῖν πρῶτον ἀποδεῖξαι σωφρονεστέρους, δεινότερον ποιήσαντες αὐτοῖς τὸν ἀπὸ τῶν ἡγεμόνων φόβον ἢ τὸν ἀπὸ τῶν πολεμίων κίνδυνον.
4.6 ταῦτα διανοηθέντες ἐκκλησίαν συνῆγον, καὶ λέγει Μάλλιος· ζήτει ἐν τῷ περὶ στρατηγημάτων καὶ δημηγοριῶν. περὶ τοῦ υἱοῦ Μαλλίου τοῦ μονομαχήσαντος. εσξορ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme