Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 15

7.3 ὧν ἁπάντων ἐπιλαθόμενοι καὶ παρʼ οὐδὲν ἡγησάμενοι τοὺς ὅρκους ἐγκατελείπετε μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους συστάντι, οὓς διʼ ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθʼ ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου· ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθʼ ἡμῶν πόλεμον ἁπάσῃ σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δʼ ἠναγκάσατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε καὶ τὴν πόλιν διʼ ὑμῶν αὐτῶν ἔχετε.
7.4 νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δʼ ἀληθὲς ἐπὶ τοὺς ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους· καὶ ἐπὶ ταύτας τὰς ἀδίκους πλεονεξίας Φουνδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους τινάς, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν.
7.5 οὕτω δὲ φανερῶς καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμμαχίας ὅρκια, ποιοῦντες πρεσβείαν πρὸς ὑμᾶς ἐκρίναμεν ἀποστεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων πρὶν ἢ πειραθῆναι τῶν λόγων. ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτα ἔστι· πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις συμμαχίαν, ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν ἀποίκων τῶν ἡμετέρων μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρακαλεῖν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme