Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 15

6.5 τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφορὰς εἰρήνην ἄγειν ἠξίου· τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεονεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον, καταβοαί τʼ ἀλλήλων ἐγίνοντο καὶ χειροκρασίαι καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς, καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν. διὰ ταύτας τὰς αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι ἐβουλεύθη. Ursin.
7.1 ὅτι μαθόντες οἱ Ῥωμαῖοι Σαυνίτας στρατιὰν ἀγείρειν τὸ μὲν πρῶτον πρέσβεις ἔπεμψαν, οἱ δὲ προχειρισθέντες ἐκ τῶν βουλευτῶν πρέσβεις ἐλθόντες ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν ἔλεξαν·
7.2 ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας, ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὄνομα μὲν ὑποδυόμενοι συμμάχων, ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥωμαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ τυχόντες εἰρήνης οἵας ἐβούλεσθε· τὰ δὲ τελευταῖα φίλοι γενέσθαι τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme