Book 13
7.2
ὡς δὲ ἡμέρα ἐγένετο, τῶν Κελτῶν τις ἰδὼν τὰ ἴχνη λέγει πρὸς τὸν βασιλέα, ὁ δὲ συγκαλέσας τοὺς ἀνδρειοτάτους ἐδήλωσεν αὐτοῖς τὴν τοῦ Ῥωμαίου ἄνοδον· ἔπειτʼ αὐτοὺς ἠξίου τὴν αὐτὴν ἐκείνῳ παρασχομένους τόλμαν πειρᾶσθαι τῆς ἐπὶ τὸ φρούριον ἀναβάσεως, πολλὰς ὑπισχνούμενος τοῖς ἀναβᾶσι δωρεάς. ὁμολογησάντων δὲ συχνῶν παρήγγειλε τοῖς φύλαξιν ἡσυχίαν ἄγειν, ἵνα καθεύδειν αὐτοὺς ὑπολαβόντες οἱ
7.3
Ῥωμαῖοι καὶ αὐτοὶ πρὸς ὕπνον τράπωνται. ἤδη δὲ τῶν πρώτων ἀναβεβηκότων καὶ τοὺς ὑστερίζοντας ἀναδεχομένων, ἵνα πλείους γενόμενοι τότε ἀποσφάξωσι τοὺς ἐν ταῖς φυλακαῖς καὶ καταλάβωνται τὸ ἔρυμα, ἀνθρώπων μὲν οὐδεὶς ἔμαθεν, ἱεροὶ δέ τινες Ἥρας χῆνες ἐν τῷ τεμένει τρεφόμενοι καταβοῶντες ἅμα καὶ τοῖς βαρβάροις ὁμόσε χωροῦντες κατήγοροι γίνονται τοῦ κακοῦ.
7.4
ἐκ δὲ τούτου ταραχή τε καὶ κραυγὴ καὶ ὁ δρόμος ἁπάντων ἦν παρακαλούντων ἀλλήλους ἐπὶ τὰ ὅπλα, καὶ οἱ Κελτοὶ δὲ πλείους ἤδη γεγονότες ἐχώρουν ἐνδοτέρω. Ambr.
8.1
ἐνθάδε τις τῶν ἐσχηκότων τὴν ὕπατον ἀρχήν, Μάρκος Μάλλιος, ἁρπάσας τὰ ὅπλα καὶ συστὰς τοῖς βαρβάροις τόν τε πρῶτον ἀναβάντα καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ τὸ ξίφος φέροντα φθάσας παίει κατὰ τοῦ βραχίονος καὶ ἀποκόπτει τὸν ἀγκῶνα·
8.2
καὶ τὸν ἐπὶ τούτῳ πρὶν ἢ εἰς χεῖρας ἐλθεῖν ὀρθῷ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἀνατρέπει καὶ κείμενον ἀποσφάττει, ἔπειτα τοὺς ἄλλους τεταραγμένους ἤδη ἐλαύνων ὑπὸ πόδας, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ κατὰ τοῦ κρημνοῦ διώκων ἐξέχεεν. ἀντὶ ταύτης εὕρετο τῆς ἀριστείας τὴν πρέπουσαν τῷ τότε καιρῷ δωρεὰν παρὰ τῶν κατεχόντων τὸ Καπιτώλιον, οἴνου καὶ