Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 13

12.2 ἀπολωλότων. παρελκούσης δὲ τῆς βουλῆς τὰς ἀποκρίσεις ἐπὶ τὴν Ῥώμην τὸν πόλεμον ἀναγκαίως οἱ Κελτοὶ μετήγαγον. οἱ δὲ Ῥωμαῖοι ἀκούσαντες ἐξῄεσαν ἐκ τῆς πόλεως ἄγοντες ἐκ μὲν τῶν ἐπιλέκτων τε καὶ κατηθλημένων ἐν τοῖς πολέμοις στρατιωτῶν τέτταρα τάγματα ἐντελῆ· ἐκ δὲ τῶν ἄλλων πολιτῶν τοὺς κατοικιδίους τε καὶ σχολαίους καὶ ἧττον ὡμιληκότας πολέμοις πλείους ὄντας ἀριθμῷ τῶν ἑτέρων. τούτους δὴ τρεψάμενοι οἱ Κελτοὶ καὶ σύμπασαν τὴν Ῥώμην ἄνευ τοῦ Καπιτωλίου παρεστήσαντο. Ambr.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme