Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 12

6.1 δεύτερον ὑπατεύοντος Αὔλου Κορνηλίου Κόσσου καὶ Τίτου Κοιντίου αὐχμῷ μεγάλῳ κακωθεῖσα ἡ γῆ πάντων ἐσπάνισεν οὐ μόνον τῶν ὀμβρίων, ἀλλὰ καὶ τῶν ναματιαίων ὑδάτων· ἐκ δὲ τούτου προβάτων μὲν καὶ ὑποζυγίων καὶ βοῶν ἐπίλειψις παντελὴς ἐγέ- νετο, εἰς δὲ τοὺς ἀνθρώπους νόσοι κατέσκηψαν πολλαὶ μὲν καὶ ἄλλαι, μάλιστα δὲ ἡ ψωρώδης καλουμένη, δεινὰς ὀδύνας παρέχουσα τοῖς χρωσὶ κατὰ τοὺς ὀδα- ξησμοὺς καὶ πρὸς τὰς ἑλκώσεις ἔτι μᾶλλον ἀγριαινο- μένη· πάθος ἐλεεινὸν ἐν τοῖς πάνυ καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον. Ambr.
6.2 οὐκ ἐδόκει τοῖς προεστηκόσι τοῦ συνεδρίου βαθεῖαν εἰρήνην καὶ πολυχρόνιον ἄγειν σχολὴν ἐν- θυμουμένοις, ὅτι ῥᾳθυμία καὶ τρυφὴ συνεισπορεύεται ταῖς πόλεσι μετὰ τῆς εἰρήνης, καὶ ἅμα τὰς πολιτικὰς ὀρρωδοῦσι ταραχάς. καὶ αὗται γὰρ ἅμα τῷ κατα- λυθῆναι τοὺς ὑπερορίους πολέμους χαλεπαὶ καὶ συν- εχεῖς ἐξ ἁπάσης προφάσεως ἀνίσταντο.
6.3 κρεῖττον ταῖς φιλανθρωπίαις περιεῖναι τῶν ἐχθρῶν ἢ ταῖς τιμωρίαις, διʼ ἃς κεἰ μηδὲν ἕτερον αἱ γέ τοι παρὰ τῶν θεῶν ἐλπίδες ἡδίους αὐτοῖς ὑπάρχουσιν. Ambr.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme