Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

5.1 ὡς δὲ ταῦτʼ εἶπεν, ὁ Φάβιος ἐκάθητο ὑπʼ αἰσχύνης οὐδὲν ἀποκρινόμενος, Ἄππιος δὲ καὶ οἱ λοιποὶ δέκα πάντες ἀναπηδήσαντες ἐκώλυον αὐτὸν λέγειν. θορύβου δὲ πολλοῦ κατασχόντος τὸ συνέδριον καὶ τῶν μὲν πλείστων ἀγανακτούντων, τῶν δʼ ἐκ τῆς ἑταιρείας αὐτοὺς λέγειν ὀρθῶς ἡγουμένων, ἀνίσταται Μάρκος Ὁράτιος ὁ Βαρβᾶτος ἐπικληθεὶς ἀπόγονος Ὁρατίου τοῦ συνυπατεύσαντος Ποπλίῳ Οὐαλερίῳ Ποπλικόλᾳ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ἀνὴρ καὶ τὰ πολεμικὰ δεινὸς καὶ λέγειν οὐκ ἀδύνατος, Οὐαλερίῳ δʼ ἐκ παλαιοῦ φίλος· ὃς οὐκέτι κατασχὼν τὴν χολὴν ἔφησε·
5.2 θᾶττόν μʼ ἀναγκάσετε, Ἄππιε, τοὺς χαλινοὺς διαρρῆξαι οὐκέτι μετριάζοντες, ἀλλὰ τὸν Ταρκύνιον ἐκεῖνον ἐνδυόμενοι, οἵ γʼ οὐδὲ λόγου τυχεῖν ἐᾶτε τοὺς περὶ σωτηρίας τῶν κοινῶν βουλομένους λέγειν. πότερον ὑμῶν ἐξελήλυθεν ἐκ τῆς διανοίας, ὅτι σώζονται μὲν οἱ Οὐαλερίων ἀπόγονοι τῶν ἐξελασάντων τὴν τυραννίδα, λείπεται δὲ διαδοχὴ τῆς Ὁρατίων οἰκίας, οἷς πάτριόν ἐστιν. ὁμόσε χωρεῖν τοῖς καταδουλουμένοις τὴν πατρίδα καὶ μετὰ τῶν ἄλλων καὶ μόνοις;
5.3 ἤ τοσαύτην κατεγνώκατε καὶ ἡμῶν καὶ τῶν ἄλλων Ῥωμαίων ἀνανδρίαν, ὥστʼ ἀγαπήσειν ἐάν τις ἐᾷ ζῆν ἡμᾶς ὁπωσδήποτε, ὑπὲρ ἐλευθερίας δὲ καὶ παρρησίας μήτʼ ἐρεῖν μήτε πράξειν μηθέν; ἢ μεθύετε τῷ μεγέθει τῆς ἐξουσίας; ὑμεῖς Οὐαλερίου λόρον ἀφελεῖσθε ἢ τῶν ἄλλων τινὸς βουλευτῶν τίνες ὄντες ἢ ποίαν ἀρχὴν ἔχοντες νόμιμον; οὐκ εἰς ἐνιαυτὸν ἀπεδείχθητε τῶν κοινῶν προστάται; οὐ παρῴχηκεν ὁ τῆς ἀρχῆς ὑμῶν χρόνος; οὐκ ἰδιῶται τῷ νόμῳ γεγόνατε; ταῦτʼ εἰς τὸν δῆμον βουλεύεσθε ἐξενεγκεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme