Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

47.4 οὐδενός τʼ ἀντεπιόντος ἐκείνην μὲν τὴν ἡμέραν ἐπεῖχε, τῇ δʼ ἑξῆς ἐπὶ τὴν ἀποσκευὴν αὐτῶν ἦγεν οὐ σφόδρα ὀχυρὰν οὖσαν. μαθόντες δὲ πολιορκούμενον τὸν χάρακα οἱ προεξεληλυθότες ἐπὶ τὰς προνομὰς ταχέως ἧκον, πλὴν οὐχ ἅμα καὶ ἐν κόσμῳ, σποράδες δὲ καὶ κατʼ ὀλίγους ὡς ἕκαστοι εἶχον ἐπιφαινόμενοι· οἵ τʼ ἐκ τοῦ χάρακος ἐπεὶ τοὺς σφετέρους προσιόντας ἐθεάσαντο, θρασύτεροι γεγονότες ἐξῆλθον ἀθρόοι.
47.5 καὶ γίνεται μέγας ἀγὼν καὶ φόνος ἐξ ἀμφοτέρων πολύς, ἐν ᾧ νικήσαντες οἱ Ῥωμαῖοι τούς τε συστάδην μαχομένους ἐτρέψαντο καὶ τοὺς φεύγοντας ἐπιδιώκοντες, οὓς μὲν ἀπέκτειναν, οὓς δʼ αἰχμαλώτους ἔλαβον, τοῦ δὲ χάρακος αὐτῶν κρατήσαντες χρήματα πολλὰ καὶ λείαν ἄφθονον περιεβάλοντο. Οὐαλέριος μὲν δὴ ταῦτα διαπραξάμενος ἀδεῶς ἤδη τὴν γῆν τῶν πολεμίων ἐπιὼν ἐδῄου.
48.1 Μάρκος δʼ Ὁράτιος ἐπὶ τὸν κατὰ Σαβίνων πόλεμον ἐπειδὴ τὰ κατὰ τὸν συνάρχοντα ἔγνω προαγαγὼν καὶ αὐτὸς ἐκ τοῦ χάρακος τὰς δυνάμεις ἀντεπῆγε θᾶττον ὅλῃ δυνάμει πρὸς οὐκ ἐλάττους ἀριθμὸν τοὺς Σαβίνους καὶ τὰ πολέμια ἐμπειροτάτους· ἐνεδείξαντο γὰρ φρόνημά τε καὶ τόλμαν ἐκ τῶν προτέρων κατορθωμάτων πολλὴν πρὸς τοὺς ἀντιμαχομένους, καὶ κοινῶς πάντες καὶ ἰδίως ὁ τούτων προηγούμενος· ἦν γὰρ οὐ μόνον στρατηγὸς ἀγαθός, ἀλλὰ καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme