Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

37.6 ἐλευθέραν σε καὶ εὐσχήμονα, τέκνον, ἀποστέλλω τοῖς κατὰ γῆς προγόνοις· ζῶσα γὰρ ταῦτα οὐκ ἐξῆν ἔχειν ἀμφότερα διὰ τὸν τύραννον. κραυγῆς δὲ γενομένης ᾑμαγμένην ἔχων τὴν σφαγίδα καὶ αὐτὸς ἀνάμεστος αἵματος γενόμενος, ᾧ προσέφυρεν αὐτὸν ἡ σφαγὴ τῆς κόρης, ἔθει διὰ τῆς πόλεως ἐμμανὴς ἐπὶ
37.7 τὴν ἐλευθερίαν τοὺς πολίτας καλῶν. διεκπαισάμενος δὲ τὰς πύλας ἀνέβη τὸν ἵππον, ὃς ἦν παρεσκευασμένος αὐτῷ, καὶ συνέτεινεν ἐπὶ τὸ στρατόπεδον, Ἰκιλίου τε καὶ Νομιτωρίου τῶν ἀγαγόντων αὐτὸν ἐκ τοῦ χάρακος νεανίσκων καὶ τότε συμπροπεμπόντων. ἠκολούθει δʼ αὐτοῖς καὶ ἄλλος ὄχλος δημοτῶν οὐκ ὀλίγος, ὥστε τοὺς σύμπαντας ἀμφὶ τετρακοσίους γενέσθαι.
38.1 ὁ δὲ Ἄππιος, ὡς τὸ περὶ τὴν κόρην ἐπέγνω πάθος, ἀναπηδᾷ τε ἀπὸ τοῦ δίφρου καὶ διώκειν τὸν Οὐεργίνιον ἐβούλετο πολλὰ καὶ λέγων καὶ πράττων ἄκοσμα. περιστάντων δʼ αὐτὸν τῶν φίλων καὶ μηδὲν ἐξαμαρτάνειν ἀξιούντων ἀπῄει πρὸς ἅπαντας ἀγανακτῶν.
38.2 ἤδη δʼ αὐτῷ κατʼ οἰκίαν ὄντι προσαγγέλλουσι τῶν ἑταίρων τινές, ὅτι περὶ τὸ πτῶμα τῆς κόρης Ἰκίλιός τε ὁ κηδεστὴς καὶ Νομιτώριος ὁ θεῖος σὺν τοῖς ἄλλοις ἑταίροις τε καὶ συγγενέσιν ἑστῶτες ῥητὰ καὶ ἄρρητα κατʼ αὐτοῦ λέγουσι καὶ καλοῦσι τὸν δῆμον ἐπὶ τὴν ἐλευθερίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme