Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

37.2 εἰ μὴ παύσεσθε διαστασιάζοντες τὴν πόλιν καὶ ἀντιστρατηγοῦντες ἡμῖν οἱ ταραχώδεις, μηδαμῇ χρήσιμοι μήτʼ ἐν εἰρήνῃ μήτε κατὰ πολέμους, ὑπὸ τῆς ἀνάγκης σωφρονισθέντες εἴξετε. μὴ τούτους οἴεσθε τοὺς ἐπὶ τοῦ Καπετωλίου καὶ τῆς ἄκρας φρουροὺς ἐπὶ τοὺς ἔξωθεν πολεμίους ἡμῖν παρεσκευάσθαι μόνον, ὑμᾶς δὲ τοὺς ἔνδον ὑποκαθημένους καὶ πάντα σήποντας τὰ τῆς πόλεως πράγματα ἐάσειν.
37.3 γνώμην δὴ λαβόντες κρείττονα ἧς ἔχετε νῦν ἄπιτε, οἷς μή τι πρᾶγμα, καὶ πράσσετε τὰ ἑαυτῶν, εἰ σωφρονεῖτε· σὺ δʼ ἄγου τὴν παιδίσκην ἔχων, Κλαύδιε, μηδένα δεδοικὼς διʼ ἀγορᾶς·
37.4 οἱ γὰρ Ἀππίου σε προπέμψουσι δώδεκα πελέκεις. ὡς δὲ ταῦτʼ εἶπεν, οἱ μὲν ἄλλοι στένοντες καὶ τὰ μέτωπα παίοντες καὶ τὰ δάκρυα κατέχειν οὐ δυνάμενοι παρεχώρουν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Κλαύδιος ἀπῆγε τὴν παῖδα τῷ πατρὶ περιπεπλεγμένην καὶ καταφιλοῦσαν καὶ ταῖς ἡδίσταις φωναῖς ἀνακαλοῦσαν. ἐν τοιούτοις δὴ κακοῖς Οὐεργίνιος ὢν ἔργον εἰς νοῦν βάλλεται πατρὶ μὲν ταλαίπωρον καὶ πικρόν, ἐλευθέρῳ δʼ ἀνδρὶ
37.5 καὶ μεγαλόφρονι πρέπον. αἰτησάμενος γὰρ ἐξουσίαν ἀσπάσασθαι τὴν θυγατέρα τοὺς τελευταίους ἀσπασμοὺς ἐπʼ ἐξουσίας καὶ διαλεχθῆναι μόνῃ μόνος, ὁπόσα βούλεται, πρὶν ἐκ τῆς ἀγορᾶς αὐτὴν ἀπαχθῆναι, συγχωρήσαντος τοῦ στρατηγοῦ καὶ τῶν ἐχθρῶν μικρὸν ἀναχωρησάντων ὑπολαβὼν εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν τέως μὲν ἀνεκαλεῖτό τε καὶ κατεφίλει καὶ τὰς λιβάδας ἐξέματτε τῶν δακρύων, ἔπειτα κατὰ μικρὸν ὑπάγων, ὡς ἦν ἐγγὺς ἐργαστηρίου μαγειρικοῦ, μάχαιραν ἐξαρπάσας ἀπὸ τῆς τραπέζης παίει τὴν θυγατέρα διὰ τῶν σπλάγχνων τοσοῦτον εἰπών·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme