Book 11
ἔμελλέ τε, ὅπερ εἰκὸς ἦν, οὓς μὲν τὸ ἀξίωμα τῶν ἀνδρῶν, οὓς δʼ ὁ τῆς κόρης ἔλεος δεινὰ καὶ πέρα δεινῶν διὰ τὸ ἀτυχὲς κάλλος παθούσης, οὓς δʼ αὐτὸς ὁ τῆς ἀρχαίας καταστάσεως πόθος εἰς ταύτην τὴν ἐκκλησίαν παρακαλῶν πλείους τῶν ἑτέρων συνάξειν, ὥστʼ ὀλίγους τινὰς ὑπολειφθῆναι περὶ τὸν Ἄππιον, αὐτοὺς δὴ τοὺς ὀλιγαρχικούς, ἐν οἷς ἦσάν τινες οὐκέτι τῆς ὀλιγαρχικῆς αὐτῶν ἀκροώμενοι, διὰ πολλὰς προφάσεις, ἀλλʼ, εἰ γένοιτο ἰσχυρὰ τὰ τῶν ἐναντίων, ἄσμενοι χωρήσειν ἐπʼ
ἐκείνους. ἐρημούμενον δὴ θεωρῶν ἑαυτὸν ὁ Ἄππιος ἠναγκάσθη μεταγνῶναι καὶ ἀπελθεῖν ἐκ τῆς ἀγορᾶς, ὃ καὶ μάλιστʼ ὤνησεν αὐτόν. ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ἂν αὐτῷ τὰς δίκας.
μετὰ τοῦτʼ ἐξουσίας ὅσης ἐβούλοντο τυχόντες οἱ περὶ τὸν Οὐαλέριον ἐνεφοροῦντο τῶν κατʼ ὀλιγαρχίας λόγων καὶ τοὺς ἔτι ἐνδοιάζοντας ἐξεδημαγώγουν. ἔτι δὲ μᾶλλον ἐξηλλοτρίωσαν τὸν πολιτικὸν ὄχλον οἱ τῆς κόρης συγγενεῖς κλίνην τε κομίσαντες εἰς τὴν ἀγορὰν καὶ τὸν ἄλλον κόσμον τὸν ἐπιτάφιον οἷον ἐδύναντο πολυτελέστατον παρασκευάσαντες, καὶ τὴν ἐκφορὰν τοῦ σώματος διὰ τῶν ἐπιφανεστάτων τῆς πόλεως ποιησάμενοι στενωπῶν, ὅθεν ὑπὸ πλείστων ὀφθήσεσθαι ἔμελλον.
ἐξεπήδων γὰρ ἐκ τῶν οἰκιῶν γυναῖκές τε καὶ παρθένοι τὸ πάθος ἀποδυρόμεναι, αἱ μὲν ἄνθη καὶ στεφάνους βάλλουσαι κατὰ τῆς κλίνης, αἱ δὲ τελαμῶνας ἢ μίτρας, αἱ δὲ ἀθύρματα κόμης παρθενικά, καί που τινὲς καὶ πλοκάμων ἀποκειράμεναι βοστρύχους.
ἄνδρες τε συχνοὶ λαμβάνοντες ἐκ τῶν πλησίον ἐργαστηρίων τὰ μὲν ὠνῇ, τὰ δὲ χάριτι συνεπεκόσμουν τοῖς προσφόροις δωρήμασι τὴν ἐκκομιδήν, ὥστε περιβόητον ἀνὰ τὴν πόλιν γενέσθαι τὸ κῆδος, καὶ προθυμίαν ἅπαντας καταλαβεῖν τῆς τῶν ὀλιγαρχικῶν καταλύσεως. ἀλλʼ οἱ φρονοῦντες τὰ τῆς ὀλιγαρχίας ὅπλα ἔχοντες μέγα παρεῖχον αὐτοῖς δέος, οἵ τε περὶ τὸν Οὐαλέριον οὐκ ἠξίουν αἵματι πολιτικῷ τὸ νεῖκος διαιρεῖν.
τὰ μὲν δὴ κατὰ πόλιν ἐν τοιαύταις ἦν ταραχαῖς. Οὐεργίνιος δʼ, ὃν ἔφην αὐτόχειρα γενέσθαι τῆς ἑαυτοῦ θυγατρός, ἀπὸ ῥυτῆρος ἐλαύνων τὸν ἵππον ἀφικνεῖται περὶ λύχνων ἁφὰς ἐπὶ τὸν πρὸς Ἀλγιδῷ χάρακα, τοιοῦτος οἷος ἐκ τῆς πόλεως ἐξέδραμεν, αἵματι πεφυρμένος ἅπας καὶ τὴν μαγειρικὴν σφαγίδα διὰ
χειρὸς ἔχων. ἰδόντες δʼ αὐτὸν οἱ πρὸ τοῦ στρατοπέδου τὰς φυλακὰς φυλάττοντες ἐν ἀπόρῳ τʼ ἦσαν ὅ τι πέπονθεν εἰκάσαι, καὶ παρηκολούθουν ὡς ἀκουσόμενοι μέγα πρᾶγμα καὶ δεινόν. ὁ δὲ τέως μὲν ἐπορεύετο κλαίων καὶ διασημαίνων τοῖς ὁμόσε χωροῦσιν ἀκολουθεῖν· ἐξέτρεχον δʼ ἐκ τῶν σκηνῶν ἃς διεπορεύετο μεταξὺ δειπνοῦντες ἅπαντες ἀθρόοι φανοὺς ἔχοντες καὶ λαμπάδας, ἀγωνίας πλήρεις καὶ θορύβου περιεχόμενοι
περὶ αὐτὸν ἠκολούθουν. ἐπεὶ δʼ εἰς τὸν ἀναπεπταμένον τοῦ στρατοπέδου τόπον ἦλθεν, ἐπὶ μετεώρου τινὸς στάς, ὥσθʼ ὑπὸ πάντων ὁρᾶσθαι, διηγεῖτο τὰς καταλαβούσας αὐτὸν συμφοράς, μάρτυρας τῶν λόγων παρεχόμενος τοὺς σὺν αὐτῷ παρόντας ἐκ τῆς πόλεως. ὡς δὲ κατέμαθεν ὀλοφυρομένους τε πολλοὺς καὶ δακρύοντας, εἰς ἱκεσίας καὶ δεήσεις αὐτῶν ἐτράπετο, μὴ περιιδεῖν μήτʼ αὐτὸν ἀτιμώρητον γενόμενον μήτε τὴν πατρίδα προπηλακιζομένην. λέγοντι δʼ αὐτῷ ταῦτα πολὺ τὸ βουλόμενον ἐξ ἁπάντων ἀκούειν καὶ ἐπικελευόμενον λέγειν ἐγίνετο.
τοιγάρτοι καὶ θρασύτερον ἤδη καθήπτετο τῆς ὀλιγαρχίας διεξιών, ὡς πολλῶν μὲν ἀφείλοντο τὰς οὐσίας οἱ δέκα, πολλῶν δὲ πληγαῖς ᾐκίσαντο τὰ σώματα, παμπόλλους δὲ φυγεῖν ἠνάγκασαν ἐκ τῆς πατρίδος οὐδὲν ἀδικήσαντας, γυναικῶν τε ὕβρεις καὶ παρθένων ἐπιγάμων ἁρπαγὰς καὶ παίδων ἐλευθέρων προπηλακισμοὺς καὶ τὰς ἄλλας αὐτῶν παρανομίας τε καὶ ὠμότητας ἐκλογιζόμενος·
καὶ ταῦτʼ, ἔφη, προπηλακίζουσιν ἡμᾶς οἱ μήτε νόμῳ τὴν ἐξουσίαν ἔχοντες μήτε ψηφίσματι βουλῆς ἢ δήμου συγχωρήματι λαβόντες, — ὁ γὰρ ἐνιαύσιος αὐτοῖς τῆς ἀρχῆς χρόνος, ὃν ἐχρῆν αὐτοὺς ἄρξαντας ἑτέροις παραδοῦναι τὰ κοινά, παρελήλυθεν, — ἀλλʼ ἐκ τοῦ βιαιοτάτου τῶν τρόπων, πολλὴν δειλίαν καὶ μαλακίαν καταγνόντες ἡμῶν ὥσπερ γυναικῶν.
εἰσελθέτω δὴ λογισμὸς ἕκαστον ὑμῶν ὧν τʼ αὐτὸς πέπονθε καὶ ὧν οἶδεν ἑτέρους παθόντας· καὶ εἴ τις ὑμῶν δελεαζόμενος ὑπʼ αὐτῶν ἡδοναῖς τισιν ἢ χάρισιν οὐ πεφόβηται τὴν ὀλιγαρχίαν οὐδὲ δέδοικε, μὴ καὶ ἐπʼ αὐτὸν ἔλθοι ποτὲ σὺν χρόνῳ τὰ δεινά, μαθὼν ὅτι τυράννοις οὐδέν ἐστι πιστόν, οὐδʼ ἀπʼ εὐνοίας αἱ τῶν κρατούντων δίδονταί τισι χάριτες, καὶ
πάντα τὰ ὅμοια τούτοις, μεταγνώτω· καὶ μιᾷ διανοίᾳ χρησάμενοι πάντες ἐλευθεροῦτε ἀπὸ τῶν τυράννων τὴν πατρίδα, ἐν ᾗ θεῶν τε ὑμῖν ἱερὰ ἵδρυται καὶ θῆκαι προγόνων εἰσίν, οὓς ὑμεῖς τιμᾶτε μετὰ θεούς, καὶ γηραιοὶ πατέρες τροφεῖα πολλὰ καὶ ἄξια τῶν πόνων ἀπαιτοῦντες, γυναῖκές τε κατὰ νόμους ἐγγυηθεῖσαι καὶ· θυγατέρες ἐπίγαμοι φροντίδος οὐ μικρᾶς δεόμεναι τοῖς ἔχουσι καὶ γοναὶ παίδων ἀρρένων, οἷς ὀφείλεται τὰ
δίκαια φύσεως προγόνων. οἰκίας γὰρ δὴ καὶ κλήρους καὶ χρήματα σὺν πολλοῖς κτηθέντα πόνοις ὑπὸ πατέρων καὶ ὑμῶν αὐτῶν σιωπῶ· ὧν οὐδὲν ὑμῖν ἔξεστι βεβαίως ἔχειν, ἕως ἂν ὑπὸ τῶν δέκα τυραννῆσθε.
οὔτε σωφρόνων οὔτε γενναίων ἐστὶν ἀνθρώπων τὰ μὲν ἀλλότρια κτᾶσθαι διʼ ἀνδραγαθίαν, τὰ δʼ οἰκεῖα περιορᾶν ἀπολλύμενα διὰ μαλακίαν οὐδὲ πρὸς μὲν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Σαβίνους καὶ τοὺς ἄλλους περιοίκους ἅπαντας πολεμεῖν μακροὺς καὶ ἀδιαλείπτους πολέμους ὑπὲρ ἀρχῆς καὶ δυναστείας, πρὸς δὲ τοὺς παρὰ νόμον ἄρχοντας ὑμῶν μὴ θέλειν ἄρασθαι τὰ ὅπλα ὑπὲρ ἀσφαλείας τε καὶ ἐλευθερίας.
οὐκ ἀναλήψεσθε τὸ φρόνημα τῆς πατρίδος; οὐ παραστήσεται λογισμὸς ὑμῖν τῆς ἀρετῆς τῶν γονέων ἄξιος, οἳ διὰ μιᾶς γυναικὸς ὕβριν ὑφʼ ἑνὸς τῶν Ταρκυνίου παίδων ὑβρισθείσης καὶ διὰ τὴν συμφορὰν ταύτην ἑαυτὴν διαχρησαμένης, οὕτως ἠγανάκτησαν ἐπὶ τῷ πάθει καὶ παρωξύνθησαν καὶ κοινὴν ἀπάντων ἡγήσαντο τὴν ὕβριν, ὥστʼ οὐ μόνον Ταρκύνιον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀλλὰ καὶ τὸ βασιλικὸν πολίτευμα κατέλυσαν, καὶ τὸ λοιπὸν ἀπεῖπον μηδένα Ῥωμαίων ἄρχειν διὰ βίου τὴν ἀνυπεύθυνον ἀρχήν, αὐτοί τε τοὺς μεγίστους ὀμόσαντες ὅρκους, καὶ κατὰ τῶν ἐγγόνων ἀράς,
ἐάν τι παρὰ ταῦτα ποιῶσι, καταρασάμενοι; ἔπειτʼ ἐκεῖνοι μὲν ἑνὸς οὐκ ἤνεγκαν ἀκολάστου μειρακίου τυραννικὴν ὕβριν εἰς ἓν σῶμα ἐλεύθερον γενομένην, ὑμεῖς δὲ πολυκέφαλον τυραννίδα πάσῃ παρανομίᾳ τε καὶ ἀσελγείᾳ χρωμένην καὶ ἔτι μᾶλλον χρησομένην,
ἐὰν νῦν ἀνάσχησθε, ὑπομενεῖτε; οὐκ ἐμοὶ μόνῳ θυγάτηρ ἐγένετο διαφέρουσα τὴν ὄψιν ἑτέρων, ἣν ἀπὸ τοῦ φανεροῦ βιάζεσθαι καὶ προπηλακίζειν Ἄππιος ἐπεβάλετο, ἀλλὰ καὶ ὑμῶν εἰσι πολλαὶ τοῖς μὲν θυγατέρες, τοῖς δὲ γαμεταί, τοῖς δὲ νεανίαι παῖδες εὐπρεπεῖς, οὓς τί κωλύσει πρὸς ἄλλου τινὸς τῶν δέκα τυράννων ἢ πρὸς αὐτοῦ τοῦ Ἀππίου ταὐτὰ παθεῖν; εἰ μή τις ἄρα θεῶν ἐστιν ἐγγυητής, ὡς, ἐὰν τὰς ἐμὰς ταύτας συμφορὰς ἀτιμωρήτους ἐάσητε, οὐκ ἐφʼ ὑμῶν πολλοὺς τὰ ὅμοια δεινὰ ἥξει, ἀλλὰ μέχρι τῆς ἐμῆς θυγατρὸς ὁ τυραννικὸς ἔρως προελθὼν στήσεται, καὶ περὶ τὰ λοιπὰ σώματα παίδων τε καὶ παρθένων σωφρονήσει. πολλῆς μέντοι μωρίας καὶ σκαιότητος, σαφῶς ἴστε, τὰ νοούμενα ταῦθʼ ὡς οὐκ ἔσται λέγειν.
ἀόριστοι γὰρ αἱ τῶν τυράννων ἐπιθυμίαι κατὰ τὸ εἰκός, οἷα δὴ μήτε νόμον ἔχουσαι κωλυτὴν μήτε φόβον. ἐμοί τε δὴ πράττοντες τιμωρίαν δικαίαν καὶ ὑμῖν αὐτοῖς ἀσφάλειαν, ἵνα μὴ ταὐτὰ πάθητε, παρασκευαζόμενοι διαρρήξατε ἤδη ποτὲ τοὺς χαλινούς, ὦ σχέτλιοι·
ἀναβλέψατε ὀρθοῖς ὄμμασι πρὸς τὴν ἐλευθερίαν. ἐπὶ τίνι γὰρ ἑτέρᾳ προφάσει μᾶλλον ἀγανακτήσετε ἢ ταύτῃ, ὅτε τὰς τῶν πολιτῶν θυγατέρας ὡς δούλας ἀπάγουσιν οἱ τύραννοι καὶ μετὰ μαστίγων νυμφαγωγοῦσιν; ἐν ποίῳ δὲ τὸ ἐλεύθερον φρόνημα ἀναλήψεσθε καιρῷ τὸν νῦν παρέντες, ἐν ᾧ τὰ ὅπλα περὶ τοῖς σώμασιν ἔχετε;
ἔτι δʼ αὐτοῦ λέγοντος ἀνεβόησαν οἱ πολλοὶ τιμωρήσειν ὑπισχνούμενοι καὶ τοὺς ἡγεμόνας τῶν λόχων ἐξ ὀνόματος ἐκάλουν ἀξιοῦντες ἔργου ἔχεσθαι, καὶ ἐκ τοῦ φανεροῦ πολλοὶ παριόντες ἐθάρρουν λέγειν, εἴ τι δεινὸν ἦσαν πεπονθότες.
μαθόντες δὲ τὰ γενόμενα οἱ πέντε ἄνδρες, οὓς ἔφην ἡγεῖσθαι τῶν ταγμάτων, δείσαντες, μή τις ἐπʼ αὐτοὺς τῶν ὄχλων ὁρμὴ γένηται, συνέδραμον εἰς τὸ στρατήγιον πάντες καὶ μετὰ τῶν φίλων ἐσκόπουν, ὅπως παύσουσι τὴν ταραχήν, τὰ οἰκεῖα ὅπλα περιστησάμενοι.
ὡς δʼ ἐπύθοντο ἀπεληλυθότας ἐπὶ τὰς σκηνὰς λήξαντά τε καὶ παυσάμενον τὸν θόρυβον, ἀγνοοῦντες, ὅτι τῶν ἑκατοντάρχων τοῖς πλείοσι δεδογμένον ἦν διʼ ἀπορρήτων συνωμοσιῶν ἀπόστασιν πράττειν καὶ συνελευθεροῦν τὴν πατρίδα, ἔκριναν, ἐπειδὰν ἡμέρα τάχιστα γένηται, τὸν μὲν ἐκταράττοντα τοὺς ὄχλους Οὐεργίνιον συλλαβόντας ἔχειν ἐν φυλακῇ, τὰς δὲ δυνάμεις ἀναστήσαντας ἐκ τοῦ χάρακος ἄγειν ἐπὶ τοὺς πολεμίους, καὶ τὴν κρατίστην αὐτῶν τῆς χώρας ἐγκαθημένους δῃοῦν, περὶ τῶν ἐν τῇ πόλει πραττομένων μηδὲν τοὺς σφετέρους ἔτι ἐῶντας πολυπραγμονεῖν, τὰ μὲν διὰ τὰς ὠφελείας, τὰ δὲ διὰ τοὺς ἐσομένους ὑπὲρ αὐτῶν ἑκάστοτε ἀγῶνας.
ἐγίνετο δʼ αὐτοῖς οὐδὲν τῶν ἐκ διαλογισμοῦ· οὐδὲ γὰρ τὸν Οὐεργίνιον εἴασαν οἱ λοχαγοὶ καλούμενον εἰς τὸ στρατήγιον ἀπελθεῖν, ὑποπτεύοντες, μή τι πάθοι δεινόν, ἀλλὰ καὶ τὸν διαληφθέντα λόγον, ὡς ἐπὶ τοὺς πολεμίους ἀγαγεῖν τοὺς λόχους ἐβούλοντο, κατωνείδιζον λέγοντες· ὡς καλῶς ἡμῶν ἐστρατηγήκατε καὶ πρότερον, ἵνα καὶ νῦν λαβόντες ἐλπίδας ἀκολουθῶμεν ὑμῖν, οἵτινες ὅσην οὔπω πρότερον ἕτεροι Ῥωμαίων ἡγεμόνες ἔκ τʼ αὐτῆς ἄγοντες τῆς πόλεως στρατιὰν καὶ ἀπὸ τῶν συμμάχων ἀγείραντες, οὔτε τινὰ νίκην ἢ βλάβην ἐποιήσατε κατὰ τῶν ἐχθρῶν, ἀλλὰ διʼ ἀνανδρίαν τε καὶ ἀπειρίαν ἀπεδείξασθε, κακῶς στρατοπεδευσάμενοι, καὶ τὴν ἑαυτῶν χώραν ὡς ὑπὸ τῶν πολεμίων καταδῃωθεῖσαν πτωχοὺς καὶ ἀπόρους ἡμᾶς ἐποιήσατε ἁπάντων, ὅσοι κρατοῦντες τοῖς ὅπλοις τῶν ἐναντίων ἐνικῶμεν ταῖς μάχαις, ὅτε ὑμῶν κρείττους ἦσαν στρατηγοί· τρόπαιά τε καθʼ ἡμῶν ἀνιστᾶσι καὶ σκηνὰς καὶ ἀνδράποδα καὶ ὅπλα καὶ χρήματα διηρπακότες ἔχουσι τὰ ἡμέτερα.
ὁ δὲ Οὐεργίνιος ὑπό τʼ ὀργῆς καὶ ἐκ τοῦ μηδὲν ἔτι δεδοικέναι τοὺς ἡγεμόνας αὐθαδέστερον αὐτῶν καθήπτετο λυμεῶνας τε καὶ ὀλέθρους τῆς πατρίδος ἀποκαλῶν καὶ παραινῶν τοῖς λοχαγοῖς ἅπασιν ἀραμένους τὰ σημεῖα οἴκαδε ἀπάγειν τὴν στρατιάν.
ὀρρωδούντων δʼ ἔτι τῶν πολλῶν τὰ ἱερὰ σημεῖα κινεῖν, ἔπειτα τοὺς ἡγεμόνας καὶ τοὺς στρατηγοὺς καταλιπεῖν οὔτε ὅσιον οὔτʼ ἀσφαλὲς εἶναι πᾶσι νομιζόντων· ὅ τε γὰρ ὅρκος ὁ στρατιωτικός, ὃν ἁπάντων μάλιστα ἐμπεδοῦσι Ῥωμαῖοι, τοῖς στρατηγοῖς ἀκολουθεῖν κελεύει τοὺς στρατευομένους, ὅποι ποτʼ ἂν ἄγωσιν, ὅ τε νόμος ἀποκτείνειν ἔδωκε τοῖς ἡγεμόσιν ἐξουσίαν τοὺς ἀπειθοῦντας·
ἢ τὰ σημεῖα καταλιπόντας ἀκρίτως· ταῦτα δὴ διʼ εὐλαβείας αὐτοὺς ἔχοντας ὁρῶν Οὐεργίνιος ἐδίδασκεν, ὅτι λέλυκεν αὐτῶν τὸν ὅρκον ὁ νόμος, ἐπειδὴ νόμῳ μὲν ἀποδειχθέντα δεῖ τὸν στρατηγὸν ἄρχειν τῶν δυνάμεων, ἡ δὲ τῶν δέκα ἀνδρῶν ἐξουσία παράνομος ἦν ὑπερβαλοῦσα τὸν ἐνιαύσιον χρόνον, εἰς ὃν ἀπεδείχθη. τὸ δὲ τοῖς μὴ κατὰ νόμον ἄρχουσι ποιεῖν τὸ κελευόμενον οὐκ εὐπείθειαν εἶναι καὶ εὐσέβειαν, ἀλλʼ
ἄνοιαν καὶ μανίαν. ταῦτʼ ἀκούσαντες ὀρθῶς λέγεσθαι ἡγούμενοι καὶ παρακελευόμενοί τε ἀλλήλοις καί τι καὶ θάρσος ἐκ τοῦ δαιμονίου λαβόντες αἴρονται τὰ σημεῖα καὶ προῆγον ἐκ τοῦ χάρακος. ἔμελλον δʼ, ὅπερ εἰκὸς ἐν ποικίλοις τʼ ἤθεσι καὶ οὐχ ἅπασι τὰ κράτιστα διανοουμένοις, ἔσεσθαί τινες οἱ μένοντες ἅμα τοῖς ὀλιγάρχαις καὶ στρατιῶται καὶ λοχαγοί, πλὴν οὐ τοσοῦτοι τὸ
πλῆθος, ἀλλʼ ἐλάττους παρὰ πολὺ τῶν ἑτέρων. οἱ δʼ ἐξελθόντες ἐκ τοῦ στρατοπέδου διʼ ὅλης ἡμέρας ἐπιπορευθέντες ἑσπέρας καταλαβούσης παρῆσαν εἰς τὴν πόλιν οὐδενὸς ἐξαγγείλαντος αὐτῶν τὴν ἔφοδον, καὶ συνετάραξαν τοὺς ἔνδον οὐ μετρίως πολέμιον οἰομένους στρατὸν εἰσεληλυθέναι· κραυγή τε καὶ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ἦν. οὐ μὴν ἐπὶ πολύν γε διέμεινεν ἡ ταραχὴ χρόνον, ὥστε κακόν τι γενέσθαι διʼ αὐτήν. διεξιόντες γὰρ τοὺς στενωποὺς ἐβόων, ὅτι φίλοι τʼ εἰσὶ καὶ ἐπʼ ἀγαθῷ τῆς πόλεως εἰσεληλύθασι, καὶ τὰ ἔργα ὅμοια παρείχοντο τοῖς λόγοις ἀδικοῦντες οὐδένα.
ἀφικόμενοι δʼ εἰς τὸν καλούμενον Ἀουεντῖνον — ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι — περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφʼ ἡσυχίας.
ἧκον δʼ αὐτοῖς ἐπίκουροι μετʼ οὐ πολὺ καὶ ἀπὸ τῆς ἐν Φιδήνῃ στρατιᾶς οἱ κράτιστοι τῶν τριῶν ταγμάτων λοχαγοὶ πολλὴν δύναμιν ἐπαγόμενοι, ἀλλοτρίως μὲν ἔτι πάλαι διακείμενοι πρὸς τοὺς ἐκεῖ στρατηγούς, ἐξ οὗ Σίκκιον τὸν πρεσβευτὴν ἀπέκτειναν, ὥσπερ ἔφην, δεδιότες δʼ ἄρξαι τῆς ἀποστάσεως πρότεροι, ὡς οἰκείων ὄντων τῇ δεκαδαρχίᾳ τῶν ἐν Ἀλγιδῷ πέντε ταγμάτων, τότε δʼ, ἐπειδὴ τὴν ἐκείνων ἀπόστασιν ἐπέγνωσαν, ἀγαπητῶς τὸ συμβὰν ἀπὸ τῆς τύχης δεξάμενοι.
ἡγεμόνες δὲ καὶ τούτων τῶν ταγμάτων ἦσαν δέκα χιλίαρχοι καθʼ ὁδὸν ἀποδειχθέντες, ὧν ἐπιφανέστατος Σέξτος Μάλιος ἦν. ἐπεὶ δὲ συνέμιξαν ἀλλήλοις, θέμενοι τὰ ὅπλα τοῖς εἴκοσι χιλιάρχοις ἐπέτρεψαν ἅπαντα ὑπὲρ τοῦ κοινοῦ λέγειν τε καὶ πράττειν. ἐκ δὲ τῶν εἴκοσι τοὺς ἐπιφανεστάτους ἀπέδειξαν δύο προβούλους, Μάρκον Ὄππιον καὶ Σέξτον Μάλιον· οὗτοι βουλευτήριον ἐξ ἁπάντων καταστησάμενοι τῶν λοχαγῶν,
μετʼ ἐκείνων ἅπαντα διετέλουν πραγματευόμενοι. ἀδήλου δʼ ἔτι τοῖς πολλοῖς τῆς διανοίας αὐτῶν οὔσης Ἄππιος μέν, οἷα δὴ συγγινώσκων ἑαυτῷ τῆς παρούσης ταραχῆς αἰτίῳ γεγονότι καὶ τῶν προσδοκωμένων διʼ αὐτὴν ἔσεσθαι κακῶν, οὐκέτι τῶν κοινῶν οὐδὲν ἠξίου πράττειν, ἀλλὰ κατʼ οἶκον ἔμενεν· ὁ δὲ σὺν αὐτῷ τεταγμένος ἐπὶ τῆς πόλεως Σπόριος Ὄππιος, διαταραχθεὶς κατʼ ἀρχὰς καὶ αὐτός, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν σφίσιν ἐπιθησομένων καὶ ἐπὶ τούτῳ ἡκόντων, ἐπειδὴ κατέμαθεν οὐδὲν νεωτερίσαντας αὐτούς, ὑφέμενος τοῦ δέους ἐκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ἐκ τῶν οἰκιῶν κατʼ ἄνδρα μεταπεμπόμενος.
ἔτι δʼ αὐτῶν συλλεγομένων ἧκον οἱ ἐκ τῆς ἐν Φιδήνῃ στρατιᾶς ἡγεμόνες ἀγανακτοῦντες ἐπὶ τῷ καταλελεῖφθαι τοὺς χάρακας ὑπὸ τῶν στρατιωτῶν ἀμφοτέρους, καὶ τὴν βουλὴν πείθοντες ἀξίαν τοῦ πράγματος ὀργὴν κατʼ αὐτῶν λαβεῖν. ἐπεὶ δʼ ἀγορεύειν γνώμην ἕκαστον ἔδει, Λεύκιος μὲν Κορνήλιος ἔφη δεῖν ἀπεῖναι τοὺς ταχθέντα εἰς τὸν Ἀουεντῖνον αὐθημερὸν ἐπὶ τοὺς ἑαυτῶν χάρακας, καὶ τὰ κελευόμενα ὑπὸ τῶν στρατηγῶν ἐπιτελεῖν μηδενὸς ὄντας τῶν γεγονότων ὑποδίκους, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως μόνων·
τούτοις δὲ προσθεῖναι δίκας τοὺς στρατηγούς. ἐὰν δὲ μὴ ποιῶσι ταῦτα, βουλεύειν περὶ αὐτῶν τὸ συνέδριον ὡς ἐκλελοιπότων τὴν τάξιν, ἐφʼ ἣν ἐτάχθησαν ὑπὸ τῶν ἡγεμόνων, καὶ περὶ τὸν στρατιωτικὸν ἠσεβηκότων ὅρκον. Λεύκιος δὲ Οὐαλέριος %2 %2 %2 %2 %2 %2 ἀλλʼ ὑπὲρ τῶν Ῥωμαϊκῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις ἀναγεγραμμένους εὕρομεν, οὔτε μηδένα ποιήσασθαι λόγον ἥρμοττεν, οὕτω σεμνῶν ὄντων καὶ τοσαύτην ἐχόντων διαφορὰν παρὰ τὰς Ἑλληνικὰς νομοθεσίας, οὔτε περαιτέρω τοῦ δέοντος προβαίνειν ἐκμηκύναντας τὴν περὶ αὐτῶν ἱστορίαν.
οἱ δὲ μετὰ τὴν κατάλυσιν τῆς δεκαδαρχίας τὴν ὕπατον ἀρχὴν πρῶτοι παρὰ τοῦ δήμου λαβόντες ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας, ὥσπερ ἔφην, Λεύκιος Οὐαλέριος Ποτῖτος καὶ Μάρκος Ὁράτιος Βαρβᾶτος, αὐτοί τε δημοτικοὶ τὰς φύσεις ὄντες καὶ παρὰ τῶν προγόνων ταύτην διαδεδεγμένοι τὴν πολιτείαν, τὰς ὑποσχέσεις φυλάττοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς δημοτικούς, ὅτʼ ἀποθέσθαι τὰ ὅπλα συνέπειθον αὐτούς, ὡς πάντα τὰ συμφέροντα τῷ δήμῳ πολιτευσόμενοι, νόμους ἐκύρωσαν ἐν ἐκκλησίαις λοχίτισι, δυσχεραινόντων μὲν τῶν πατρικίων, αἰδουμένων δʼ ἀντιλέγειν, ἄλλους τέ τινας, οὓς οὐ δέομαι γράφειν, καὶ τὸν κελεύοντα τοὺς ὑπὸ τοῦ δήμου τεθέντας ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις νόμους ἅπασι κεῖσθαι Ῥωμαίοις ἐξ ἴσου, τὴν αὐτὴν ἔχοντας δύναμιν τοῖς ἐν ταῖς λοχίτισιν ἐκκλησίαις τεθησομένοις. τιμωρίαι δὲ προσέκειντο τοῖς καταλύουσιν ἢ παραβαίνουσι τὸν νόμον,
ἐὰν ἁλῶσι, θάνατος καὶ δήμευσις τῆς οὐσίας. οὗτος ὁ νόμος ἐξέβαλε τὰς ἀμφισβητήσεις τῶν πατρικίων, ἃς ἐποιοῦντο πρὸς τοὺς δημοτικοὺς πρότερον, οὐκ ἀξιοῦντες τοῖς ὑπʼ ἐκείνων τεθεῖσι νόμοις πειθαρχεῖν, οὐδʼ ὅλως τὰ ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις ἐπικυρούμενα κοινὰ τῆς πόλεως ἁπάσης δόγματα νομίζοντες, ἀλλʼ αὐτὸ μόνοις ἐκείνοις ἴδιον· ὅ τι δʼ ἂν ἡ λοχῖτις ἐκκλησία γνῷ, τοῦθʼ ἡγούμενοι σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἄλλοις πολίταις τετάχθαι.
εἴρηται δὲ καὶ πρότερον, ὅτι ἐν μὲν ταῖς φυλετικαῖς ἐκκλησίαις οἱ δημοτικοὶ καὶ πένητες ἐκράτουν τῶν πατρικίων, ἐν δὲ ταῖς λοχίτισιν ἐκκλησίαις οἱ πατρίκιοι παρὰ πολὺ τῶν ἄλλων ἐλάττους ὄντες περιῆσαν τῶν δημοτικῶν.
τούτου κυρωθέντος ὑπὸ τῶν ὑπάτων τοῦ νόμου σὺν ἄλλοις τισὶν ὥσπερ ἔφην δημοτικοῖς εὐθὺς οἱ δήμαρχοι καιρὸν ἐπιτήδειον ἥκειν νομίζοντες, ἐν ᾧ τιμωρήσονται τοὺς περὶ τὸν Ἄππιον, εἰσαγγελίας ᾤοντο δεῖν ποιήσασθαι κατʼ αὐτῶν, οὐχ ἅμα πάντας ὑπάγοντες ὑπὸ τὴν δίκην, ἵνα μηδὲν ἀλλήλους ὠφελῶσιν, ἀλλὰ καθʼ ἕνα· ῥᾷον γὰρ οὕτως ὑπελάμβανον εὐμεταχειρίστους ἔσεσθαι.
σκοπούμενοι δʼ ἀπὸ τίνος ἂν ἄρξαιντο ἐπιτηδειοτάτου, τὸν Ἄππιον πρῶτον ἔγνωσαν εὐθύνειν τῶν τʼ ἄλλων ἀδικημάτων ἕνεκα μισούμενον ὑπὸ τοῦ δήμου, καὶ τῶν νεωστὶ περὶ τὴν παρθένον γενομένων παρανομιῶν. ἑλόντες μὲν γὰρ τοῦτον εὐπετῶς ἐδόκουν καὶ τῶν ἄλλων κρατήσειν, εἰ δʼ ἀπὸ τῶν ταπεινοτέρων ἄρξαιντο, μαλακωτέρας ὑπελάμβανον τὰς ὀργὰς τῶν πολιτῶν πρὸς τοὺς ἐπιφανεστάτους καὶ τελευταίους κρινομένους ἔσεσθαι, συντονωτέρας οὔσας ἐπὶ τοῖς προτέροις ἀγῶσιν, ὃ
πολλάκις ἤδη συνέβη. ταῦτα βουλευσάμενοι συνέσχον τοὺς ἄνδρας, Ἀππίου δὲ Οὐεργίνιον ἔταξαν ἄνευ κλήρου κατηγορεῖν. εἰσαγγέλλεται δὴ μετὰ τοῦτο εἰς τὸν δῆμον Ἄππιος ὑπὸ τοῦ Οὐεργινίου κατηγορηθεὶς ἐπὶ τῆς ἐκκλησίας καὶ αἰτεῖται χρόνον εἰς ἀπολογίαν. ἀπαχθεὶς δʼ εἰς τὸ δεσμωτήριον, ἵνα φυλάττηται μέχρι δίκης — οὐ γὰρ ἐδόθη διεγγύησις αὐτῷ — πρὶν ἐπιστῆναι τὴν ἀποδειχθεῖσαν ἡμέραν τῆς κρίσεως ἐν τοῖς δεσμοῖς ἀποθνήσκει, ὡς μὲν ἡ τῶν πολλῶν ὑπόληψις ἦν ἐξ ἐπιταγῆς τῶν δημάρχων, ὡς δʼ οἱ τὴν αἰτίαν ἀπολύσασθαι βουλόμενοι διεφήμιζον, αὐτὸς ἑαυτὸν ἀναρτησάμενος βρόχῳ.