Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

34.1 ὁ δὲ τῆς κόρης πατὴρ καὶ οἱ λοιποὶ συγγενεῖς ἀπελογοῦντο περὶ τῆς ὑποβολῆς πολλὰ καὶ δίκαια καὶ ἀληθῆ λέγοντες, ὡς οὔτʼ αἰτίαν οὐδεμίαν εἶχεν ὑποβολῆς εὔλογον ἡ Νομιτωρίου μὲν ἀδελφή, Οὐεργινίου δὲ γυνή, παρθένος γαμηθεῖσα νέῳ ἀνδρὶ καὶ οὐ μετὰ πολλοὺς τοῦ γάμου τεκοῦσα χρόνους· οὔτʼ εἰ τὰ μάλιστα ἐβούλετο γένος ἀλλότριον εἰς τὸν ἴδιον οἶκον εἰσαγαγεῖν, δούλης ἀλλοτρίας ἂν ἐλάμβανε παιδίον μᾶλλον ἢ οὐ γυναικὸς ἐλευθέρας κατὰ γένος ἢ φιλίαν αὐτῇ προσηκούσης, παρʼ ἧς πιστῶς τε ἅμα
34.2 καὶ βεβαίως ἕξει τὸ ληφθέν. ἐξουσίαν τε ἔχουσαν ὁποῖον ἐβούλετο λαβεῖν, ἄρρεν ἂν ἑλέσθαι παιδίον μᾶλλον ἢ θῆλυ. τεκοῦσαν μὲν γὰρ ἀνάγκην τῶν τέκνων δεομένην στέργειν καὶ τρέφειν, ὅ τι ἂν ἡ φύσις ἐξενέγκῃ, ὑποβαλλομένην δὲ τὸ κρεῖττον ἀντὶ
34.3 τοῦ χείρονος εἰκὸς εἶναι λαβεῖν. πρός τε τὸν μηνυτὴν καὶ τοὺς μάρτυρας, οὓς ὁ Κλαύδιος ἔφη πολλοὺς καὶ ἀξιοχρέους παρέξεσθαι, τὸν ἐκ τῶν εἰκότων παρείχοντο λόγον, ὡς οὐκ ἄν ποτε ἡ Νομιτωρία πρᾶγμα σιγῆς δεόμενον καὶ διʼ ἑνὸς ὑπηρετηθῆναι προσώπου δυνάμενον, φανερῶς ἔπραττε καὶ μετὰ μαρτύρων ἐλευθέρων, ἵνʼ ἐκτραφεῖσαν τὴν κόρην ὑπὸ τῶν κυρίων τῆς μητρὸς ἀφαιρεθείη.
34.4 τόν τε χρόνον οὐ μικρὸν ἔλεγον εἶναι τεκμήριον τοῦ μηδὲν ὑγιὲς λέγειν τὸν κατήγορον· οὔτε γὰρ ἂν τὸν μηνυτὴν οὔτε τοὺς μάρτυρας κατασχεῖν ἐν πεντεκαίδεκα ἔτεσιν ἀπόρρητον τὴν ὑποβολήν, ἀλλʼ ἔτι πρότερον εἰπεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme