Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

25.2 ἦν δʼ ὁ φονευθεὶς Σίκκιος, ὁ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ ἐξ ἁπασῶν ἀριστεῖα λαβών, ὃν ἔφην ἀπολελυμένον ἤδη στρατείας διὰ τὸν χρόνον ἑκούσιον τοῦ πρὸς Αἰκανοὺς συνάρασθαι πολέμου, σπεῖραν ἀνδρῶν ὀκτακοσίων ἐκπεπληρωκότων ἤδη τὰς κατὰ νόμον στρατείας εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐπαγόμενον· μεθʼ ὧν ἀποσταλεὶς ὑπὸ θατέρου τῶν ὑπάτων ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων εἰς πρόδηλον ὄλεθρον, ὡς πᾶσιν ἐδόκει, τοῦ τε χάρακος ἐκράτησε καὶ τῆς ὁλοσχεροῦς νίκης αἴτιος ἐγένετο τοῖς ὑπάτοις.
25.3 τοῦτον δὴ τὸν ἄνδρα πολλοὺς ἐν τῇ πόλει διεξιόντα λόγους κατὰ τῶν ἐπὶ στρατοπέδου στρατηγῶν, ὡς ἀνάνδρων τε καὶ ἀπείρων πολέμου, ἐκποδῶν ποιῆσαι σπεύδοντες οἱ περὶ τὸν Ἄππιον εἰς ὁμιλίας προὐκαλοῦντο φιλανθρώπους καὶ συνδιαπορεῖν σφίσιν ἠξίουν ὑπὲρ τῶν ἐπὶ στρατοπέδου, καὶ πῶς ἂν ἐπανορθωθείη τὰ τῶν στρατηγῶν ἁμαρτήματα λέγειν παρεκάλουν, καὶ τελευτῶντες ἔπεισαν ἐξελθεῖν ἐπὶ τὸν ἐν Κρουστομερείᾳ χάρακα αὐτὸν ἐξουσίαν ἔχοντα πρεσβευτικήν. ἔστι δὲ πάντων ἱερώτατόν τε καὶ τιμιώτατον ὁ πρεσβευτὴς παρὰ Ῥωμαίοις ἐξουσίαν μὲν ἄρχοντος ἔχων καὶ δύναμιν, ἀσυλίαν δὲ καὶ σεβασμὸν ἱερέως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme