Book 11
20.4
οὐδʼ ἐν τῇ πόλει τότʼ ὤν, ἀλλʼ ἐν ἀγρῷ. τὰ μετὰ ταῦτα ἴστε δήπου τοῦ ἀνδρὸς ἔργα, ὅτι καὶ δυνάμεις ἀξιοχρέους παρεσκευάσατο καὶ τὸ κινδυνεῦον στρατόπεδον ἐρρύσατο καὶ τοὺς πολεμίους ἐτιμωρήσατο καὶ τὸν στρατηγὸν αὐτῶν αἰχμάλωτον ἔλαβε· καὶ ταῦτα ἐν ἡμέραις τεσσαρεσκαίδεκα μόναις ἅπαντα διαπραξάμενος καὶ εἴ τι ἄλλο σαθρὸν ἦν τῆς πολιτείας ἐπανορθωσάμενος ἀπέθετο τὰς ῥάβδους· καὶ τὸ κωλῦον οὐδὲν ἐγένετο νέαν ἀρχὴν ἐν ἡμέρᾳ κυρωθῆναι μιᾷ βουλομένων ὑμῶν. τοῦτο δὴ τὸ παράδειγμα μιμησαμένους ἡμᾶς οἴομαι δεῖν, ἐπειδὴ οὐδὲν ἄλλο ποιεῖν δυνάμεθα, δικτάτορα ἑλέσθαι, πρὶν ἐντεῦθεν ἐξελθεῖν· ἐὰν γὰρ ὑπερβαλώμεθα τοῦτον τὸν καιρόν, οὐκέτι συνάξουσιν ἡμᾶς οἱ δέκα βουλευσομένους ὑπὲρ οὐδενός·
20.5
ἵνα δὲ καὶ κατὰ νόμους ἡ τοῦ δικτάτορος ἀνάρρησις γένηται, τὴν μεσοβασίλειον ἀρχὴν ἑλέσθαι, τὸν ἐπιτηδειότατον ἐκλέξαντας τῶν πολιτῶν· ὃ ποιεῖν σύνηθές ἐστιν ὑμῖν, ὅταν μήτε βασιλεῖς ἔχητε μήτε ὑπάτους μήτʼ ἄλλην νόμιμον ἀρχὴν μηδεμίαν, ὥσπερ νῦν οὐκ ἔχετε. τοῖς γὰρ ἀνδράσι τούτοις παρελήλυθεν ὁ τῆς ἀρχῆς χρόνος,