Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 11

16.3 πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερόν ἐστιν, εἰ τὰς ἰδίας ἀπεχθείας ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα μεταφέρουσι καὶ συναπολέσθαι τοῖς ἑαυτῶν ἐχθροῖς βούλονται μᾶλλον ἢ σωθῆναι μετὰ πάντων τῶν φίλων. ὑπερβολὴν γὰρ ἀνοίας τούτοις καὶ οὐ πόρρω θεοβλαβείας πεποιήκασιν οἱ πρόεδροι τῆς βουλῆς ἡμῶν.
16.4 οὗτοι γὰρ ἀγανακτοῦντες, ὅτι μετιόντας αὐτοὺς τὴν τῶν δέκα ἀρχήν, ἧς αὐτοὶ νῦν κατηγοροῦσιν, ἐνίκησαν ἐν ἀρχαιρεσίαις ἐπιτηδειότεροι φανέντες, ἀεὶ πολεμοῦσιν αὐτοῖς πόλεμον ἀδιάλλακτον, καὶ εἰς τοῦθʼ ἥκουσιν εὐηθείας, μᾶλλον δὲ μανίας, ὥσθʼ, ἵνα τούτους διαβάλλωσι πρὸς ὑμᾶς, ὅλην ὑπομένουσιν ἀνατρέψαι τὴν πατρίδα·
16.5 οἵ γʼ ὁρῶντες μὲν ἀνάστατον τὴν χώραν ἡμῶν ὑπὸ τῶν πολεμίων γενομένην, ὁρῶντες δὲ ὅσον οὔπω καὶ ἐπὶ τὴν πόλιν αὐτοὺς ἐλεύσεσθαι — τὸ γὰρ διὰ μέσου χωρίον οὐ πολύ — ἀντὶ τοῦ παρακαλεῖν καὶ παρορμᾶν τοὺς νέους ἐπὶ τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, καὶ αὐτοὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ βοηθεῖν, ὅση γοῦν ἐν τοῖς τηλικούτοις ἐστὶν ἰσχύς, περὶ πολιτείας κόσμου νῦν ἀξιοῦσιν ὑμᾶς σκοπεῖν καὶ νέας ἀρχὰς ἀποδεικνύναι καὶ πάντα μᾶλλον ἢ τοὺς ἐχθροὺς κακῶς ποιεῖν· καὶ οὐδʼ αὐτὸ τοῦτο δύνανται συνιδεῖν, ὅτι γνώμας ἀσυμφόρους εἰσφέρουσι, μᾶλλον δʼ εὐχὰς ἀδυνάτους ἔχουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme