Book 10
47.4
ἠξίου τε αὐτοὺς μηδενὶ τῆς νίκης ἑτέρῳ τὴν χάριν εἰδέναι καὶ τελευτῶν ἔτι προσέθηκεν ἐκεῖνον τὸν λόγον, ὅτι τὰς ψυχὰς καὶ τὰ ὅπλα σώζοντες ἥκομεν, ἄλλο δὲ οὐδὲν τῶν κεκρατημένων οὔτε μεῖζον οὔτʼ ἔλαττον ἐξενεγκάμενοι.
47.5
ὁ δὲ δῆμος ἀκούσας τὸν λόγον εἰς οἶκτόν τε καὶ δάκρυα προὔπεσεν ὁρῶν μὲν τὰς ἡλικίας τῶν ἀνδρῶν, ἐνθυμούμενος δὲ τὰς ἀρετάς, ἀγανακτῶν δὲ καὶ νεμεσῶν τοῖς ἐπιβαλομένοις τοιούτων ἀνδρῶν ἐρημῶσαι τὴν πόλιν. ἐγεγόνει δέ, ὃ προὔλαβεν ὁ Σίκκιος, μῖσος εἰς τοὺς ὑπάτους ἐξ ἁπάντων τῶν πολιτῶν.
47.6
οὐδὲ γὰρ ἡ βουλὴ τὸ πρᾶγμα μετρίως ἤνεγκεν, ἣ οὔτʼ ἐψηφίσατο αὐτοῖς πομπὴν θριάμβων οὔτε ἄλλο τι τῶν ἐπὶ καλοῖς ἀγῶσι γινομένων. τὸν μέντοι Σίκκιον ὁ δῆμος, ἐπειδὴ καθῆκεν ὁ τῶν ἀρχαιρεσίων καιρός, δήμαρχον ἀπέδειξεν, ἧς κύριος ἦν τιμῆς ἀποδιδούς. καὶ τὰ μὲν ἐπιφανέστατα τῶν τότε πραχθέντων τοιάδʼ ἦν.
48.1
ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει Σπόριος Ταρπήιος καὶ Αὖλος Τερμήνιος παραλαμβάνουσι τὴν ἀρχήν· οἳ τά τʼ ἄλλα θεραπεύοντες τὸν δῆμον διετέλεσαν καὶ τὸ περὶ τῶν δημάρχων δόγμα προεβούλευσαν, ἐπειδὴ πλέον μὲν οὐδὲν ἑώρων τοῖς πατρικίοις γινόμενον ἐκ τοῦ κωλύειν, ἀλλὰ καὶ φθόνον καὶ μῖσος, καὶ βλάβας δὲ ἰδίας καὶ συμφορὰς τοῖς προθυμότατα ὑπὲρ αὐτῶν ἀγωνιζομένοις.