Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 10

44.5 ἀλλὰ μάλιστα μὲν ἀνάθου τὴν γνώμην — ἡ πεῖρα γὰρ ἐπισφαλής — εἰ δὲ πάντως ἔγνωσταί σοι δύο τίθεσθαι μάχας ἐν ἑνὶ καιρῷ, δύναμιν ἀξιόχρεων ἀνδρῶν ἐπιλέκτων τάξον ἀκολουθεῖν μοι σὺν τοῖς πρεσβυτέροις. οὐ γὰρ κλέψοντες τὸ χωρίον, ἀλλὰ βίᾳ καὶ φανερῶς ἐξελοῦντες ἄνιμεν.
45.1 ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν τἀκόλουθα ὑπολαβὼν ὁ ὕπατος εἶπεν· οὐ πολλῶν δεῖ λόγων, ἀλλʼ εἰ μὲν ὑπομένεις πράττειν τὰ προσταττόμενα, χώρει διὰ ταχέων καὶ μὴ παραστρατήγει, εἰ δὲ ἀφίστασαι καὶ ἀποδιδράσκεις τὸν κίνδυνον, ἑτέροις εἰς τὸ ἔργον χρήσομαι.
45.2 σὺ δὲ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ τὰ τετταράκοντα ἔτη στρατευσάμενος καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ἐπειδὴ ἑκὼν ἦλθες, ἄπιθι μήτε ὁμιλήσας πολεμίοις μήτʼ ἰδὼν καὶ ἀντὶ τῶν ὅπλων ἀκόνα πάλιν τοὺς λόγους, οἷς χρήσῃ κατὰ
45.3 τοῦ φθόνου τῶν πατρικίων. ποῦ νῦν ἐκεῖνά σου τὰ πολλὰ ἀριστεῖα, οἱ στρεπτοὶ καὶ τὰ ψέλλια καὶ τὰ δόρατα καὶ τὰ φάλαρα καὶ οἱ τῶν ὑπάτων στέφανοι καὶ τὰ ἐκ τῶν μονομαχιῶν λάφυρα καὶ πᾶσα ἡ ἄλλη βαρύτης, ἣν τότʼ ἠνεσχόμεθά σου λέγοντος; ἐν ἑνὶ γὰρ δὴ τῷδε τῷ ἔργῳ βασανιζόμενος, ἔνθα κίνδυνος ἦν ἀληθινός, ἐξητάσθης οἷος ἦσθα, ὡς ἀλαζὼν καὶ δόξῃ
45.4 τὸ ἀνδρεῖον ἐπιτηδεύων, οὐκ ἀληθείᾳ. καὶ ὁ Σίκκιος δυσανασχετῶν ἐπὶ τοῖς ὀνείδεσιν· οἶδα, φησίν, ὦ Ῥωμίλιε, ὅτι δυεῖν πρόκειταί σοι θάτερον ἢ ζῶντα διεργάσασθαι καὶ τὸ μηδὲν ἀποδοῦναι δόξαν αἰσχίστην ἐνεγκάμενον δειλίας, ἢ κακῶς καὶ ἀδήλως κατακοπέντα ὑπὸ τῶν πολεμίων ἀποθανεῖν, ἐπειδὴ κἀγώ τις ἔδοξα εἶναι τῶν ἀξιούντων ἐλεύθερα φρονεῖν· οὐ γὰρ εἰς ἄδηλον, ἀλλʼ εἰς ἐγνωσμένον ἀποστέλλεις με θάνατον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme