Book 10
21.6
ὁ δʼ ὕπατος οὐδεμίαν αὐτοῖς ἀναστροφὴν ἔτι δοὺς κλίμακας προσέφερε τοῖς τείχεσι καὶ κριοῖς ἐξέκοπτε τὰς πύλας. ἐπιπόνως δὲ καὶ ταλαιπώρως τῶν ἔνδον ἀπομαχομένων οὐ πολλὰ πραγματευθεὶς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. χρήματα μὲν οὖν αὐτῶν, ὅσα χρυσὸς καὶ ἄργυρος καὶ χαλκὸς ἐνῆν, εἰς τὸ δημόσιον ἐκέλευσεν ἀναφέρειν, ἀνδράποδα δὲ τοὺς ταμίας παραλαμβάνοντας καὶ τὰ λοιπὰ λάφυρα πωλεῖν· τοῖς δὲ στρατιώταις ἐσθῆτα καὶ τροφὰς καὶ ὅσʼ ἄλλα τοιαῦτα ἐδύναντο ὠφελεῖσθαι ἐπέτρεψεν.
21.7
ἔπειτα διακρίνας τῶν τε κληρούχων καὶ τῶν ἀρχαίων Ἀντιατῶν τοὺς ἐπιφανεστάτους τε καὶ τῆς ἀποστάσεως αἰτίους — ἦσαν δὲ πολλοί — ῥάβδοις τε ᾐκίσατο μέχρι πολλοῦ καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποτεμεῖν. ταῦτα διαπραξάμενος ἀπῆγε καὶ αὐτὸς ἐπʼ οἴκου τὴν δύναμιν.
21.8
τούτοις ἡ βουλὴ τοῖς ὑπάτοις προσιοῦσί τε ἀπήντησε καὶ θριάμβους ἀμφοτέροις καταγαγεῖν ἐψηφίσατο· καὶ πρὸς Αἰκανοὺς πρεσβευσαμένους ὑπὲρ εἰρήνης ἐποιήσατο συνθήκας περὶ καταλύσεως τοῦ πολέμου, ἐν αἷς ἐγράφη, πόλεις τε καὶ χώρας ἔχοντας Αἰκανούς, ὧν ἐκράτουν, ὅτε αἱ σπονδαὶ ἐγίνοντο, Ῥωμαίοις εἶναι ὑπηκόους, ἄλλο μὲν ὑποτελοῦντας μηθέν, ἐν δὲ τοῖς πολέμοις συμμαχίαν ἀποστέλλοντας ὁσηνδήποτε, ὥσπερ καὶ οἱ ἄλλοι σύμμαχοι. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.
22.1
τῷ δʼ ἑξῆς ἐνιαυτῷ Γάιος Ναύτιος τὸ δεύτερον αἱρεθεὶς καὶ Λεύκιος Μηνύκιος παραλαβόντες τὴν ὕπατον ἀρχὴν τέως μὲν ὑπὲρ τῶν πολιτικῶν δικαίων πόλεμον ἐντὸς τείχους ἐπολέμουν πρὸς τοὺς ἅμα Οὐεργινίῳ δημάρχους τοὺς τέταρτον ἔτος ἤδη τὴν αὐτὴν κατασχόντας ἀρχήν.