Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 10

19.1 καταστάντος δὲ τοῦ θορύβου δικαστήριά τε ἀπεδίδου τοῖς δεομένοις ἐκ πολλῶν παρειλκυσμένα χρόνων, καὶ τὰ πλεῖστα τῶν ἐγκλημάτων αὐτὸς ἴσως καὶ δικαίως διέκρινε διʼ ὅλης ἡμέρας ἐπὶ τοῦ βήματος καθεζόμενος, εὐπρόσοδόν τε καὶ πρᾷον καὶ φιλάνθρωπον τοῖς ἐπὶ τὴν δικαιοδοσίαν ἀφικνουμένοις ἑαυτὸν παρεῖχε καὶ παρεσκεύασεν ἀριστοκρατικὴν οὕτως φανῆναι τὴν πολιτείαν, ὥστε μήτε δημάρχων δεηθῆναι τοὺς διὰ πενίαν ἢ δυσγένειαν ἢ ἄλλην τινὰ ταπεινότητα ὑπὸ τῶν κρειττόνων κατισχυομένους, μήτε καινῆς νομοθεσίας πόθον ἔχειν ἔτι τοὺς ἐν ἰσηγορίᾳ πολιτεύεσθαι βουλομένους, ἀλλʼ ἀγαπᾶν τε καὶ χαίρειν ἅπαντας ἐπὶ τῇ τότε κατασχούσῃ τὴν πόλιν εὐνομίᾳ.
19.2 ταῦτά τε δὴ τὰ ἔργα τοῦ ἀνδρὸς ἐπῃνεῖτο ὑπὸ τοῦ δήμου, καὶ ἐπεὶ τὸν ὡρισμένον ἐτέλεσε τῆς ἀρχῆς χρόνον τὸ μὴ δέξασθαι τὴν ὑπατείαν διδομένην τὸ δεύτερον μηδὲ
19.3 ἀγαπῆσαι τηλικαύτην λαμβάνοντα τιμήν. κατεῖχε γὰρ αὐτὸν ἐπὶ τῆς ὑπατικῆς ἐξουσίας ἡ βουλὴ πολλὰς προσφέρουσα δεήσεις, ἐπεὶ τὸ τρίτον οἱ δήμαρχοι διεπράξαντο μὴ ἀποθέσθαι τὴν ἀρχήν, ὡς ἐναντιωσόμενον αὐτοῖς καὶ παύσοντα τῶν καινῶν πολιτευμάτων, τὰ μὲν αἰδοῖ, τὰ δὲ φόβῳ, τὸν δὲ δῆμον ὁρῶσα οὐκ ἀναινόμενον ὑπʼ ἀνδρὸς ἀγαθοῦ ἄρχεσθαι. ὁ δʼ οὔτε τῶν δημάρχων ἐπαινεῖν ἔφη τὸ ἀπαραχώρητον τῆς ἐξουσίας οὔτε αὐτὸς εἰς ὁμοίαν ἐκείνοις ἥξειν διαβολήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme