Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 10

 
Καίσων μὲν οὖν τοιαύτῃ περιπεσὼν ἐπιβουλῇ, κατασκευασαμένων ἅπαντα τῶν δημάρχων καὶ Οὐολουσκίου ψευδῆ μαρτυρήσαντος, ὡς ἐγένετο φανερὸν σὺν χρόνῳ, φεύγων εἰς Τυρρηνίαν ᾤχετο· ὁ δὲ πατὴρ αὐτοῦ τὰ πλεῖστα τῆς οὐσίας ἀπεμπολήσας καὶ τὰ ὁμολογηθέντα ὑπὸ τῶν ἐγγυητῶν χρήματα ἀποδοὺς ἑαυτῷ χωρίον ἓν μικρὸν ὑπολειπόμενος πέραν τοῦ Τεβέριος ποταμοῦ, ἐν ᾧ ταπεινή τις ἦν καλύβη, γεωργῶν αὐτόθι μετὰ δούλων ὀλίγων ἐπίπονον καὶ ταλαίπωρον ἔζη βίον ὑπὸ λύπης τε καὶ πενίας, οὔτε πόλιν ὁρῶν οὔτε φίλους ἀσπαζόμενος οὔθʼ ἑορτάζων οὔτʼ ἄλλης εὐφροσύνης οὐδεμιᾶς ἑαυτῷ μεταδιδούς. τοῖς μέντοι δημάρχοις πολὺ τὸ παράλογον ἐγένετο τῆς ἐλπίδος. οὐ γὰρ ὅπως ἐπαύσατο ἡ τῶν νέων φιλοτιμία σωφρονισθεῖσα τῇ Καίσωνος συμφορᾷ, πολὺ δὲ χαλεπωτέρα καὶ πλείων ἐγένετο ἔργοις τε καὶ λόγοις καταγωνιζομένη τὸν νόμον· ὥστʼ οὐθὲν ἔτι αὐτοῖς ἐξεγένετο διαπράξασθαι δαπανηθέντος εἰς ταῦτα τοῦ χρόνου τῆς ἀρχῆς. ὁ μέντοι δῆμος εἰς τὸν ἐπιόντα πάλιν ἐνιαυτὸν ἄρχοντας ἀπέδειξεν αὐτούς.
 
Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαΐου Κλαυδίου Σαβίνου τὴν ὑπατικὴν ἐξουσίαν παραλαβόντων κίνδυνος ὅσος οὔπω τὴν Ῥώμην κατέσχεν ἐξ ἀλλοεθνοῦς πολέμου, ὃν παρήγαγεν ἐντὸς τείχους ἡ πολιτικὴ στάσις, ὡς οἵ τε Σιβύλλειοι χρησμοὶ προὔλεγον καὶ τὰ ἐκ τοῦ δαιμονίου φανέντα προεθέσπισε τῷ παρελθόντι ἐνιαυτῷ. διηγήσομαι δὲ τήν τε αἰτίαν, ἀφʼ ἧς ὁ πόλεμος εἰσῆλθε, καὶ τὰ πραχθέντα τοῖς ὑπάτοις κατὰ τὸν τότε ἀγῶνα.
 
οἱ παρειληφότες τὸ δεύτερον τὴν δημαρχίαν ἐπὶ τῇ ἐλπίδι τοῦ κυρώσειν τὸν νόμον, ὁρῶντες τῶν τε ὑπάτων τὸν ἕτερον, Γάιον Κλαύδιον, ἔμφυτον τὸ πρὸς τοὺς δημοτικοὺς ἔχοντα μῖσος διὰ προγόνων καὶ παρεσκευασμένον ἁπάσῃ μηχανῇ κωλύειν τὰ γινόμενα, τῶν τε νέων τοὺς πλεῖστον δυναμένους εἰς ἀπόνοιαν φανερὰν προεληλυθότας, οὓς οὐκ ἐνῆν τῷ βιαίῳ καταγωνίσασθαι, μάλιστα δὲ τοῦ δήμου τὸ πλεῖον ὑποκατακλινόμενον ταῖς θεραπείαις τῶν πατρικίων καὶ προθυμίαν οὐκέτι περὶ τοῦ νόμου τὴν αὐτὴν παρεχόμενον, ἰταμωτέραν ὁδὸν ἔγνωσαν ἐπὶ τὰ πράγματα πορεύεσθαι, διʼ ἧς καταπλήξονται μὲν τὸν δῆμον, ἀναβαλοῦσι δὲ τὸν ὕπατον.
 
πρῶτον μὲν κατεσκεύασαν φήμας λέγεσθαι κατὰ τὴν πόλιν παντοδαπάς· ἔπειτʼ ἐξ ἑωθινοῦ καθεζόμενοι διʼ ὅλης ἡμέρας συνήδρευον ἐν τῷ φανερῷ, μεταδιδόντες οὐθενὶ τῶν ἔξωθεν οὔτε βουλεύματος οὔτε λόγου. ἐπεὶ δὲ καιρὸς ἐπιτήδειος ἔδοξεν αὐτοῖς εἶναι πράττειν τὰ βεβουλευμένα, πλασάμενοι γράμματα καὶ ταῦτα παρασκευάσαντες ἀναδοθῆναι σφίσιν ὑπʼ ἀνδρὸς ἀγνῶτος καθημένοις ἐν ἀγορᾷ, ὡς διῆλθον αὐτά, παίοντες τὰ μέτωπα καὶ
 
κατηφεῖς τὰς ὄψεις ποιήσαντες ἀνίστανται. πολλοῦ δὲ συνδραμόντος ὄχλου καὶ μέγα τι κακὸν ἐν τοῖς γράμμασιν ἐνεῖναι γεγραμμένον μαντευομένου σιωπὴν προκηρύξαντες εἶπον· ἐν ἐσχάτοις ἐστὶν ὑμῖν κινδύνοις, ὦ πολῖται, τὸ δημοτικόν· καὶ εἰ μὴ θεῶν τις εὔνοια προείδετο τῶν ἄδικα πάσχειν μελλόντων, εἰς δεινὰς ἂν ἅπαντες ἤλθομεν συμφοράς. αἰτούμεθα δὲ ὑμᾶς βραχὺν ἐπισχεῖν χρόνον, ἕως τῇ βουλῇ δηλώσωμεν τὰ προσαγγελθέντα καὶ μετὰ κοινῆς γνώμης πράξωμεν τὰ
 
δέοντα. ταῦτʼ εἰπόντες ᾤχοντο πρὸς τοὺς ὑπάτους. ἐν ὅσῳ δὲ ἡ βουλὴ συνήγετο χρόνῳ, πολλοὶ καὶ παντοδαποὶ λόγοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, τῶν μὲν ἐκ παρασκευῆς ἃ παρηγγέλλετο αὐτοῖς ὑπὸ τῶν δημάρχων κατὰ συστροφὰς λαλούντων, τῶν δέ, ἃ μάλιστα ἐδεδοίκεσαν μὴ γένηται, ταῦτα ὡς ἀπηγγελμένα τοῖς δημάρχοις λεγόντων.
 
ἔφη δʼ ὁ μέν τις Αἰκανοὺς καὶ Οὐολούσκους ὑποδεξαμένους Καίσωνα Κοίντιον τὸν ὑπὸ τοῦ δήμου καταδικασθέντα ᾑρῆσθαι στρατηγὸν αὐτοκράτορα τῶν ἐθνῶν καὶ πολλὰς δυνάμεις ἀγείραντα μέλλειν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν· ὁ δέ τις ἀπὸ κοινῆς γνώμης τῶν πατρικίων τὸν ἄνδρα κατάγεσθαι ξενικαῖς δυνάμεσιν, ἵνα ἡ φυλακὴ καταλυθείῃ νῦν τε καὶ εἰς τὸν λοιπὸν χρόνον τῶν δημοτικῶν· ὁ δέ τις οὐχ ἅπαντας εἶναι τοὺς πατρικίους ἔφη τοὺς ταῦτα βεβουλευμένους,
 
ἀλλὰ μόνους τοὺς νέους. ἐτόλμων δέ τινες λέγειν, ὅτι καὶ ἐντὸς τῆς πόλεως ὁ ἀνὴρ εἴη κρυπτόμενος καὶ μέλλοι καταλαμβάνεσθαι τῶν τόπων τοὺς ἐπικαιροτάτους. ὅλης δὲ κραδαινομένης ἐπὶ τῇ προσδοκίᾳ τῶν δεινῶν τῆς πόλεως, καὶ πάντων ἀλλήλους ἐχόντων διʼ ὑποψίας καὶ φυλακῆς, οἱ μὲν ὕπατοι τὴν βουλὴν ἐκάλουν, οἱ δὲ δήμαρχοι παρελθόντες ἐδείκνυσαν τὰ προσαγγελλόμενα. ἦν δὲ ὁ τοὺς λόγους ὑπὲρ αὐτῶν ποιούμενος Αὖλος Οὐεργίνιος καὶ ἔλεξε τοιάδε·
 
ὅσον μὲν χρόνον οὐθὲν ἀκριβὲς ἡμῖν ἐφαίνετο τῶν προσαγγελλομένων δεινῶν, ἀλλὰ φῆμαι μετέωροι, καὶ τὸ βεβαιῶσον αὐτὰς οὐθὲν ἦν, ὠκνοῦμεν, ὦ βουλή, φέρειν τοὺς περὶ αὐτῶν λόγους εἰς μέσον, ταραχάς τε ὑποπτεύοντες ἔσεσθαι μεγάλας, οἷα εἰκὸς ἐπὶ δεινοῖς ἀκούσμασι, καὶ διʼ εὐλαβείας ἔχοντες, μὴ ταχύτερα δόξωμεν ὑμῖν βεβουλεῦσθαι μᾶλλον ἢ φρονιμώτερα.
 
οὐ μὴν ὀλιγωρίᾳ γʼ αὐτὰ παραδόντες ἀφήκαμεν, ἀλλʼ ὅση δύναμις ἡμῖν ἦν ἐπιμελῆ ζήτησιν ἐποιούμεθα τῆς ἀληθείας. ἐπεὶ δὲ ἡ τοῦ δαιμονίου πρόνοια, ὑφʼ ἧς ἀεὶ σωζόμεθα κοινῇ, καλῶς ποιοῦσα τὰ κεκρυμμένα βουλεύματα καὶ τὰς ἀνοσίους ἐπιχειρήσεις τῶν θεοῖς ἐχθρῶν εἰς φῶς ἄγει, καὶ γράμματα πάρεστιν ἡμῖν, ἃ δεδέγμεθα νεωστὶ παρὰ ξένων εὔνοιαν ἡμῖν ἐνδεικνυμένων, οὓς ὕστερον ἀκούσεσθε, καὶ συντρέχει τε καὶ συνᾴδει τοῖς ἔξωθεν ἐπιστελλομένοις τὰ ἐνθένδε μηνυόμενα, καὶ τὰ πράγματα οὐκέτι μέλλησιν οὐδʼ ἀναβολὴν ἐν χερσὶν ὄντα ἐπιδέχεται, πρὶν εἰς τὸν δῆμον ἐξενεγκεῖν, ὑμῖν πρώτοις ὥσπερ ἐστὶ δίκαιον ἀπαγγεῖλαι διέγνωμεν αὐτά.
 
ἴστε δὴ συνωμοσίαν ἐπὶ τῷ δήμῳ γεγενημένην ὑπʼ ἀνδρῶν οὐκ ἀφανῶν, ἐν οἷς ἐνεῖναι μέν τι λέγεται μέρος οὐ πολὺ καὶ τῶν εἰς τόδε συλλεγομένων τὸ συνέδριον πρεσβυτέρων, τὸ δὲ πλεῖστον ἐκ τῶν ἔξω τῆς βουλῆς ἱππέων, οὓς οὔπω καιρὸς οἵτινές εἰσιν ὑμῖν λέγειν.
 
μέλλουσι δʼ οὖν, ὡς πυνθανόμεθα, σκοταίαν φυλάξαντες νύκτα κοιμωμένοις ἡμῖν ἐπιχειρεῖν, ἡνίκα οὔτε προιδεῖν τι τῶν γινομένων οὔτε φυλάξασθαι καθʼ ἓν γενόμενοι δυνάμεθα· ἐπιπεσόντες δὲ ταῖς οἰκίαις τούς τε δημάρχους ἡμᾶς κατασφάττειν καὶ τῶν δημοτῶν ἄλλους τοὺς ἐναντιωθέντας ποτὲ αὐτοῖς περὶ ἐλευθερίας ἢ τὸ λοιπὸν ἐναντιωσομένους. ὅταν δὲ ἡμᾶς ἐκποδὼν ποιήσωνται, τότʼ ἤδη κατὰ πολλὴν ἀσφάλειαν ἡγοῦνται διαπράξασθαι παρʼ ὑμῶν τὰ λοιπὰ ἀναιρεθῆναι διὰ κοινοῦ ψηφίσματος τὰς γενομένας ὑμῖν πρὸς τὸν δῆμον ὁμολογίας.
 
ὁρῶντες δέ, ὅτι ξενικῆς αὐτοῖς χειρὸς εἰς τὰ πράγματα δεῖ κρύφα παρασκευασθείσης καὶ οὐδὲ ταύτης μετρίας, ἄνδρα προσειλήφασιν εἰς ταῦτα τῶν ὑμετέρων φυγάδων Καίσωνα Κοίντιον ἡγεμόνα, ὃν ἐπὶ φόνοις πολιτῶν καὶ διαστάσει τῆς πόλεως ἐξελεγχθέντα διεπράξαντό τινες τῶν ἐνθάδε μὴ δοῦναι δίκην, ἀλλʼ ἀθῷον ἀπελθεῖν ἐκ τῆς πόλεως, κάθοδόν τε πράξειν ὑπέσχηνται καὶ ἀρχὰς προτείνονται καὶ τιμὰς καὶ ἄλλους μισθοὺς τῆς ὑπουργίας.
 
κἀκεῖνος ὑπέσχηται στρατιὰν αὐτοῖς Αἰκανῶν καὶ Οὐολούσκων ἄξειν ἐπίκουρον, ὅσης ἂν δεηθῶσιν· ἥξει τε οὐκ εἰς μακρὰν αὐτὸς μὲν ἐπαγόμενος τοὺς εὐτολμοτάτους κρύφα κατʼ ὀλίγους εἰσάγων καὶ σποράδας, ἡ δʼ ἄλλη δύναμις, ὅταν οἱ τοῦ δήμου προεστηκότες ἡμεῖς διαφθαρῶμεν, ἐπὶ τὸ ἄλλο πλῆθος τῶν πενήτων χωρήσει, ἐάν τινες ἄρα περιέχωνται τῆς ἐλευθερίας.
 
ταῦτʼ ἐστίν, ἃ βεβούλευνται ὑπὸ σκότους καὶ μέλλουσι δρᾶν, ὦ βουλή, δεινὰ καὶ ἀνόσια ἔργα, οὔτε θεῖον φοβηθέντες χόλον οὔτε ἀνθρωπίνην ἐντραπέντες νέμεσιν.
 
ἐν τοσούτῳ δὴ κινδύνῳ σαλεύοντες ἱκέται γινόμεθα ὑμῶν, ὦ πατέρες, ἐπισκήπτοντες θεούς τε καὶ δαίμονας, οἷς κοινῇ θύομεν, καὶ πολέμων ὑπομιμνήσκοντες, οὓς πολλοὺς καὶ μεγάλους σὺν ὑμῖν ἠράμεθα, μὴ περιιδεῖν ὠμὰ καὶ ἀνόσια ὑπὸ τῶν ἐχθρῶν παθόντας ἡμᾶς, ἀλλʼ ἐπαμῦναί τε καὶ συναγανακτῆσαι τιμωρίας ἡμῖν συνεισπράξαντας παρὰ τῶν ταῦτα βουλευσαμένων τὰς προσηκούσας, μάλιστα μὲν παρὰ πάντων, εἰ δὲ μή γε, παρὰ τῶν ἀρξάντων τῆς ἀθεμίτου συνωμοσίας.
 
πρῶτον δὲ πάντων ἀξιοῦμεν ὑμᾶς, ὦ βουλή, ψηφίσασθαι πρᾶγμα, ὅπερ ἐστὶ δικαιότατον, τὴν ὑπὲρ τῶν μηνυομένων ζήτησιν ὑφʼ ἡμῶν τῶν δημάρχων γίνεσθαι. χωρὶς γὰρ τοῦ δικαίου καὶ ἀκριβεστάτας ἀνάγκη γίνεσθαι ζητήσεις, ἃς ἂν οἱ κινδυνεύοντες ὑπὲρ αὑτῶν ποιήσωνται.
 
εἰ δέ τινες ὑμῶν εἰσιν οἷοι μηδὲ καθʼ ἓν εὐγνωμονεῖν, ἀλλὰ πρὸς ἅπαντας τοὺς ὑπὲρ τοῦ δήμου λέγοντας ἀντιτάττεσθαι, ἡδέως ἂν πυθοίμην παρʼ αὐτῶν, ἐπὶ τῷ δυσχεραίνουσι τῶν ἀξιουμένων καὶ τί μέλλουσιν ὑμᾶς πείθειν· πότερα μηδεμίαν ποιεῖσθαι ζήτησιν, ἀλλʼ ὑπεριδεῖν ἔργον οὕτω μέγα καὶ μιαρὸν ἐπὶ τῷ δήμῳ συνιστάμενον; καὶ τίς ἂν τοὺς ταῦτα λέγοντας ὑγιαίνειν φήσειεν, ἀλλʼ οὐχὶ συνδιεφθάρθαι καὶ κοινωνεῖν τῆς συνωμοσίας, ἔπειτα ὑπὲρ αὑτῶν δεδιότας, ἵνα μὴ γένωνται καταφανεῖς, ἀποσπεύδειν τὴν τῆς ἀληθείας ἐξέτασιν; οἷς οὐκ ἂν δικαίως προσέχοιτε δήπου τὸν νοῦν.
 
ἢ τῆς διαγνώσεως τῶν μηνυομένων οὐχ ἡμᾶς εἶναι κυρίους ἀξιώσουσιν, ἀλλὰ τὴν βουλὴν καὶ τοὺς ὑπάτους; τί οὖν τὸ κωλύον ἔσται τὸ αὐτὸ τοῦτο καὶ τοὺς προεστηκότας τοῦ δήμου λέγειν, ἐάν τινες ἐκ τῶν δημοτικῶν ἐπὶ τοῖς ὑπάτοις καὶ τῇ βουλῇ συστάντες πράττωσι τὴν τοῦ συνεδρίου κατάλυσιν, ὅτι τὴν περὶ τῶν δημοτῶν ἐξέτασιν αὐτοὺς δίκαιόν ἐστι ποιεῖσθαι τοὺς ἀνειληφότας τὴν τοῦ δήμου φυλακήν; τί οὖν ἐκ τούτου συμβήσεται; μηδεμίαν πώποτε γενέσθαι ζήτησιν περὶ μηθενὸς πράγματος ἀπορρήτου.
 
ἀλλʼ οὔθʼ ἡμεῖς ἂν ταῦτʼ ἀξιώσαιμεν· ὕποπτος γὰρ ἡ φιλοτιμία· ὑμεῖς τʼ οὐκ ἂν ὀρθῶς ποιοῖτε τοῖς τὰ ὅμοια ἀξιοῦσι καθʼ ἡμῶν προσέχοντες τὸν νοῦν, ἀλλὰ κοινοὺς ἡγούμενοι τῆς πόλεως ἐχθρούς. οὐδενὸς μέντοιγε, ὦ βουλή, τοῖς πράγμασιν ὡς τάχους δεῖ. ὁ γὰρ κίνδυνος ὀξύς, καὶ ἡ μέλλησις τῆς ἀσφαλείας ἄωρος ἐν οὐ μέλλουσι δεινοῖς. ὥστʼ ἀφέντες τὸ φιλονεικεῖν καὶ λόγους διεξιέναι μακροὺς ψηφίσασθε ὅ τι ἂν δοκῇ κοινῇ συμφέρειν ἤδη.
 
ταῦτʼ εἰπόντος αὐτοῦ πολλή τις ἔκπληξις κατέσχε τὸ συνέδριον καὶ ἀμηχανία· διελογίζοντό τε καὶ συνελάλουν ἀλλήλοις, ὡς χαλεπὸν ἑκάτερον ἦν, καὶ τὸ συγχωρεῖν τοῖς δημάρχοις ζητήσεις ἐφʼ ἑαυτῶν ποιεῖσθαι περὶ κοινοῦ καὶ μεγάλου πράγματος, καὶ τὸ μὴ συγχωρεῖν. ὑποπτεύσας δʼ αὐτῶν τὴν γνώμην ἀνέστη τῶν ὑπάτων ἅτερος, Γάιος Κλαύδιος καὶ
 
ἔλεξε τοιάδε· οὐ δέδοικα, Οὐεργίνιε, μή με ὑπολάβωσιν οὗτοι κοινωνὸν εἶναι τῆς συνωμοσίας, ἣν ἐφʼ ὑμῖν καὶ τῷ δήμῳ πράττεσθαι λέγετε, ἢ τὰ ὑπὲρ ἐμαυτοῦ δεδιότα ἢ τῶν ἐμῶν τινος ἐνόχου ταῖς αἰτίαις ὄντος ἀνεστάναι τἀναντία ὑμῖν ἐροῦντα· ὁ γὰρ βίος ἀπολύει με πάσης ὑποψίας τοιαύτης. ἃ δὲ νομίζω τῇ τε βουλῇ καὶ τῷ δήμῳ συμφέρειν, ἀπὸ τοῦ κρατίστου καὶ δίχα πάσης εὐλαβείας ἐρῶ.
 
πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς ἁμαρτάνειν δοκεῖ μοι Οὐεργίνιος, εἴ τινα ὑπείληφεν ἡμῶν ἐρεῖν, ἢ ὡς ἀνεξέταστον ἀφεῖσθαι δεῖ πρᾶγμα οὕτως ὂν μέγα καὶ ἀναγκαῖον, ἢ ὡς οὐ δεῖ κοινωνεῖν οὐδὲ παρεῖναι τῇ ζητήσει τοὺς ἀνειληφότας τὴν τοῦ δήμου ἀρχήν. οὐθεὶς οὔτε ἠλίθιός ἐστιν οὕτως οὔτε τῷ δήμῳ κακόνους, ὥστε ταῦτα λέγειν.
 
τί οὖν, εἴ τις ἔροιτό με, παθών, ἃ συγχωρῶ καί φημι δίκαια εἶναι, τούτοις ἀντιλέξων ἀνέστην, καὶ τί βούλεταί μου ὁ λόγος, ἐγὼ νὴ Δία φράσω πρὸς ὑμᾶς. παντὸς οἴομαι δεῖν πράγματος, ὦ βουλή, τὰς ἀρχὰς καὶ τὰς πρώτας ὑποθέσεις τοὺς εὖ φρονοῦντας ἀκριβῶς σκοπεῖν· οἷαι γὰρ ἂν αὗται τύχωσιν οὖσαι, τοιούτους ἀνάγκη γίνεσθαι καὶ τοὺς περὶ αὐτῶν λόγους.
 
φέρε δή, τίς ἡ τοῦδε τοῦ πράγματος ὑπόθεσίς ἐστι καὶ τί τὸ βούλευμα τῶν δημάρχων, ἀκούσατέ μου. οὐκ ἐνῆν τούτοις οὐδέν, ὧν ἐν τῷ παρελθόντι ἐνιαυτῷ πράττειν ἐπιβαλλόμενοι διεκωλύθησαν, ἐπιτελέσασθαι νῦν ὑμῶν τε ἐναντιουμένων αὐτοῖς ὡς πρότερον καὶ τοῦ δήμου μηκέθʼ ὁμοίως συναγωνιζομένου. συνιδόντες δὴ τοῦτο ἐσκόπουν, ὅπως ἂν ὑμεῖς τʼ ἀναγκασθείητε παρὰ γνώμην αὐτοῖς εἶξαι, καὶ ὁ δῆμος ἅπαντα ὅσʼ
 
ἂν ἀξιῶσι συμπράττειν. ἀληθῆ μὲν οὖν καὶ δικαίαν ὑπόθεσιν οὐδεμίαν εὕρισκον, διʼ ἧς ἑκάτερον τούτοις ἔσται, πολλὰ δὲ βουλεύματα πειράζοντες καὶ στρέφοντες ἄνω καὶ κάτω τὸ πρᾶγμα τελευτῶντες ἐπὶ τοιοῦτον δή τινα λογισμὸν ἦλθον· αἰτιασώμεθα συνίστασθαί τινας ἐκ τῶν ἐπιφανῶν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ σφάττειν διεγνωκέναι τοὺς παρέχοντας αὐτῷ τὸ ἀσφαλές.
 
καὶ ταῦτα ἐκ πολλοῦ παρασκευάσαντες λέγεσθαι κατὰ τὴν πόλιν, ὅταν ἤδη πιστὰ εἶναι τοῖς πολλοῖς δόξῃ — δόξει δὲ διὰ τὸ δέος — ἐπιστολὰς μηχανησώμεθα πολλῶν παρόντων ἡμῖν ὑπʼ ἀνδρὸς ἀγνῶτος ἀναδοθῆναι· ἔπειτʼ ἐλθόντες ἐπὶ τὸ συνέδριον ἀγανακτῶμέν τε καὶ σχετλιάζωμεν καὶ τοῦ ζητεῖν τὰ προσηγγελμένα αἰτῶμεν τὴν ἐξουσίαν.
 
ἐάν τε γὰρ ἀντιλέγωσιν ἡμῖν οἱ πατρίκιοι, ταύτην ληψόμεθα τοῦ διαβαλεῖν αὐτοὺς πρὸς τὸν δῆμον ἀφορμήν, καὶ οὕτως ἅπαν τὸ δημοτικὸν ἠγριωμένον αὐτοῖς ἕτοιμον ἡμῖν εἰς ἃ βουλόμεθα ὑπάρξει· ἐάν τε συγχωρῶσι, τοὺς γενναιοτάτους ἐξ αὐτῶν καὶ πλεῖστα ἡμῖν ἐναντιωθέντας πρεσβυτέρους τε καὶ νέους ἐλαύνωμεν, ὡς εὑρηκότες ταῖς αἰτίαις ἐνόχους.
 
ἐκεῖνοι δὲ ἄρα τὰς καταγνώσεις δεδιότες ἢ συμβήσονται πρὸς ἡμᾶς ἐπὶ τῷ μηθὲν ἔτι ἀντιπράττειν ἢ καταλιπεῖν ἀναγκασθήσονται τὴν πόλιν. ἐκ δὲ τούτου πολλὴν ποιήσομεν ἐρημίαν τοῦ ἀντιπάλου.
 
ταῦτα τὰ βουλεύματα ἦν αὐτῶν, ὦ βουλή, καὶ τὸν μεταξὺ χρόνον ὃν ἑωρᾶτε συνεδρεύοντας αὐτούς, οὗτος ὁ δόλος ὑπʼ αὐτῶν ὑφαίνετο ἐπὶ τοῖς ἀρίστοις ὑμῶν, καὶ τοῦτο τὸ δίκτυον κατὰ τῶν εὐγενεστάτων ἱππέων ἐπλέκετο. καὶ ὅτι ἀληθῆ ταῦτʼ
 
ἐστί, βραχέος μοι πάνυ δεῖ λόγου. φέρε γὰρ εἴπατέ μοι, Οὐεργίνιε, οἱ τὰ δεινὰ πεισόμενοι, παρὰ τίνων ἐδέξασθε τὰ γράμματα ξένων; τῶν ποῦ κατοικούντων, ἢ πόθεν ὑμᾶς εἰδότων, ἢ πῶς τἀνθάδε συνεδρευόμενα ἐπισταμένων; τί ἀναβάλλεσθε καὶ μετὰ ταῦτʼ ἐρεῖν αὐτοὺς ὑπισχνεῖσθε, ἀλλʼ οὐ πάλαι λέγετε; τίς δʼ ὁ τὰ γράμματα κομίσας ὑμῖν ἀνήρ ἐστι; τί οὐ κατάγετε αὐτὸν εἰς μέσον, ἵνʼ ἀπʼ ἐκείνου πρῶτον ἀρξώμεθα ζητεῖν, εἴτε ἀληθῆ ταῦτʼ ἐστίν, εἴτε ὡς ἐγώ φημι πλάσματα ὑμέτερα;
 
αἱ δὲ δὴ συνᾴδουσαι τοῖς ξενικοῖς γράμμασι μηνύσεις παρὰ τῶν ἐνθάδε τίνες τʼ εἰσὶ καὶ ὑπὸ τίνων γενόμεναι; τί κρύπτετε τὰς πίστεις, ἀλλʼ οὐκ εἰς τὸ ἐμφανὲς ἄγετε; ἀλλʼ οἶμαι τῶν μήτε γενομένων μήτε ἐσομένων ἀδύνατον εὑρεθῆναι πίστιν.
 
ταῦτʼ ἐστίν, ὦ βουλή, μηνύματα οὐ κατὰ τούτων συνωμοσίας, ἀλλὰ καθʼ ὑμῶν δόλου καὶ πονηρᾶς γνώμης, ᾗ κέχρηνται κρύψαντες οὗτοι· τὰ γὰρ πράγματα αὐτὰ βοᾷ. αἴτιοι δʼ ὑμεῖς οἱ τὰ πρῶτα ἐπιτρέψαντες αὐτοῖς καὶ τὸ ἀνόητον τῆς ἀρχῆς μεγάλῃ καθοπλίσαντες ἐξουσίᾳ, ὅτε Κοίντιον Καίσωνα τῷ παρελθόντι ἐνιαυτῷ κρίνειν ἐπʼ αἰτίαις ψευδέσιν εἰάσατε, καὶ τοσοῦτον φύλακα τῆς ἀριστοκρατίας ἀναρπαζόμενον ὑπʼ αὐτῶν περιείδετε. τοιγαροῦν οὐκέτι μετριάζουσιν οὐδὲ καθʼ ἕνα τῶν εὐγενῶν περικόπτουσιν, ἀλλʼ ἀθρόους ἤδη περιβαλόντες τοὺς ἀγαθοὺς ἐλαύνουσιν ἐκ τῆς πόλεως·
 
καὶ πρὸς τοῖς ἄλλοις κακοῖς οὐδʼ ἀντειπεῖν αὐτοῖς ἀξιοῦσιν οὐθένα ὑμῶν, ἀλλʼ εἰς ὑποψίας καὶ διαβολὰς ἄγοντες ὡς κοινωνοῦντα τῶν ἀπορρήτων δεδίττονται καὶ μισόδημον εὐθὺς εἶναί φασι, καὶ προλέγουσιν ἥκειν ἐπὶ τὸν δῆμον ὑφέξοντα τῶν ἐνθάδε ῥηθέντων δίκας.
 
ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται καιρὸς ἐπιτηδειότερος τοῖς λόγοις, νυνὶ δὲ συντεμῶ τὸν λόγον καὶ παύσομαι τὰ πλείω διατεινόμενος· φυλάττεσθαι ὑμῖν παραινῶ τούσδε τοὺς ἄνδρας ὡς συνταράττοντας τὴν πόλιν καὶ μεγάλων ἐκφέροντας ἀρχὰς κακῶν καὶ οὐκ ἐνθάδε μὲν ταῦτα λέγω, πρὸς δὲ τὸν δῆμον ἀποκρύψομαι, ἀλλὰ κἀκεῖ παρρησίᾳ δικαίᾳ χρήσομαι, διδάσκων ὡς οὐδὲν αὐτοῖς ἐπικρέμαται δεινόν, ὅτι μὴ κακοὶ καὶ δόλιοι προστάται πολεμίων ἔργα ἐν προσποιήματι φίλων διαπραττόμενοι.
 
ταῦτʼ εἰπόντος τοῦ ὑπάτου κραυγή τε καὶ πολὺς ἔπαινος ἐκ τῶν παρόντων ἐγένετο, καὶ οὐδὲ λόγου τοῖς δημάρχοις ἔτι μεταδόντες διέλυσαν τὸν σύλλογον. ἔπειθʼ ὁ μὲν Οὐεργίνιος ἐκκλησίαν συναγαγὼν κατηγόρει τῆς τε βουλῆς καὶ τῶν ὑπάτων, ὁ δὲ Κλαύδιος ἀπελογεῖτο τοὺς αὐτοὺς λόγους διεξιών, οὓς εἶπεν ἐπὶ τῆς βουλῆς. οἱ μὲν οὖν ἐπιεικέστεροι τῶν δημοτικῶν κενὸν ὑπώπτευον εἶναι τὸν φόβον, οἱ δʼ εὐηθέστεροι πιστεύοντες ταῖς φήμαις ἀληθῆ· ὅσοι δὲ κακοήθεις ἦσαν ἐν αὐτοῖς καὶ μεταβολῆς ἀεὶ δεόμενοι, τοῦ μὲν ἐξετάζειν τἀληθὲς ἢ ψεῦδος οὐκ εἶχον πρόνοιαν, ἀφορμὴν δὲ διχοστασίας ἐζήτουν καὶ θορύβου.
 
ἐν τοιαύτῃ δὲ ταραχῇ τῆς πόλεως οὔσης ἀνήρ τις ἐκ τοῦ Σαβίνων ἔθνους πατέρων τε οὐκ ἀφανῶν καὶ χρήμασι δυνατός, Ἄππιος Ἑρδώνιος ὄνομα, καταλῦσαι τὴν Ῥωμαίων ἡγεμονίαν ἐπεβάλετο εἴθʼ ἑαυτῷ τυραννίδα κατασκευαζόμενος εἴτε τῷ Σαβίνων ἔθνει πράττων ἀρχὴν καὶ κράτος εἴτʼ ὀνόματος ἀξιωθῆναι βουλόμενος μεγάλου. κοινωσάμενος δὲ πολλοῖς τῶν φίλων ἣν εἶχε διάνοιαν καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως ἀφηγησάμενος, ἐπειδὴ κἀκείνοις ἐδόκει συνήθροιζε τοὺς πελάτας καὶ τῶν θεραπόντων οὓς εἶχεν εὐτολμοτάτους· καὶ διʼ ὀλίγου χρόνου συγκροτήσας δύναμιν ἀνδρῶν τετρακισχιλίων μάλιστα, ὅπλα τε καὶ τροφὰς καὶ τἆλλα ὅσων δεῖ πολέμῳ πάντα εὐτρεπισάμενος,
 
εἰς σκάφας ποταμηγοὺς ἐνεβάλετο. πλεύσας δὲ διὰ τοῦ Τεβέριος ποταμοῦ προσέσχε τῆς Ῥώμης κατὰ τοῦτο τὸ χωρίον, ἔνθα τὸ Καπιτώλιόν ἐστιν οὐδʼ ὅλον στάδιον ἀπέχον τοῦ ποταμοῦ. ἦσαν δὲ μέσαι τηνικαῦτα νύκτες, καὶ πολλὴ καθʼ ὅλην τὴν πόλιν ἡσυχία, ἣν συνεργὸν λαβὼν ἐξεβίβασε τοὺς ἄνδρας κατὰ σπουδὴν καὶ διὰ τῶν ἀκλείστων πυλῶν· εἰσὶ γάρ τινες ἱεραὶ πύλαι τοῦ Καπιτωλίου κατά τι θέσφατον ἀνειμέναι, Καρμεντίδας αὐτὰς καλοῦσιν· ἀναβιβάσας τὴν δύναμιν εἶχε τὸ φρούριον. ἐκεῖθεν δʼ ἐπὶ τὴν ἄκραν ὠσάμενος, — ἔστι δὲ τῷ Καπιτωλίῳ
 
προσεχής, — κἀκείνης ἐγεγόνει κύριος. ἦν δὲ αὐτοῦ γνώμη μετὰ τὸ κρατῆσαι τῶν ἐπικαιροτάτων τόπων τούς τε φυγάδας εἰσδέχεσθαι καὶ τοὺς δούλους εἰς ἐλευθερίαν καλεῖν καὶ χρεῶν ἄφεσιν ὑπισχνεῖσθαι τοῖς ἀπόροις τούς τε ἄλλους πολίτας, οἳ ταπεινὰ πράττοντες διὰ φθόνου καὶ μίσους εἶχον τὰς ὑπεροχὰς καὶ μεταβολῆς ἄσμενοι ἂν ἐλάβοντο, κοινωνοὺς ποιεῖσθαι τῶν ὠφελειῶν. ἡ δὲ θαρρεῖν τε αὐτὸν ἐπαγομένη καὶ πλανῶσα ἐλπίς, ὡς οὐθενὸς ἀτυχήσοντα τῶν προσδοκωμένων, ἡ πολιτικὴ στάσις ἦν, διʼ ἣν οὔτε φιλίαν οὔτε κοινωνίαν οὐδεμίαν ὑπελάμβανε τῷ δήμῳ πρὸς τοὺς πατρικίους ἔτι γενήσεσθαι.
 
ἐὰν δὲ ἄρα μηθὲν αὐτῷ τούτων κατὰ νοῦν χωρῇ, τηνικαῦτα Σαβίνους τε πανστρατιᾷ καλεῖν ἐδέδοκτο καὶ Οὐολούσκους καὶ τῶν ἄλλων πλησιοχώρων ὅσοις ἂν ᾖ βουλομένοις ἀπηλλάχθαι τῆς Ῥωμαίων ἐπιφθόνου ἀρχῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme