Book 10
58.2
ταῦτα μὲν ἐν κοινῷ σκοπουμένοις αὐτοῖς ἐδόκει, ἰδίᾳ δὲ οἱ πρωτεύοντες τοῦ συνεδρίου γνώμην ἐποιοῦντο μεταπορεύεσθαι τὴν ἀρχὴν δεδιότες, μὴ ταραχώδεις τινὲς ἄνθρωποι τηλικαύτης ἐξουσίας λαβόμενοι κακόν τι μέγα ἐργάσωνται. ἀγαπητῶς δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ δεξαμένου καὶ μετὰ πλείστης προθυμίας ἐπιψηφίσαντος αὐτοὶ μὲν οἱ δέκα ἄνδρες προεῖπον τὸν τῶν ἀρχαιρεσίων καιρόν, μετῄεσαν δὲ τὴν ἀρχὴν οἱ ἐντιμότατοί τε καὶ πρεσβύτατοι τῶν πατρικίων.
58.3
ἔνθα δὴ πολὺς ὑπὸ πάντων ἐπαινούμενος ἦν ὁ τῆς τότε δεκαδαρχίας ἡγεμὼν Ἄππιος, καὶ πᾶς ὁ δημοτικὸς ὄχλος ἐκεῖνον ἐπὶ τῆς ἀρχῆς ἠξίου κατέχειν ὡς οὐκ ἄλλου τινὸς ἄμεινον ἡγησομένου. ὁ δʼ ἀναίνεσθαι μὲν προσεποιεῖτο κατʼ ἀρχὰς καὶ ἀπολύειν αὐτὸν ἠξίου λειτουργίας καὶ ὀχληρᾶς καὶ ἐπιφθόνου. τελευτῶν δʼ ὡς ἐλιπάρουν αὐτὸν ἅπαντες αὐτός τε ὑπέμενε μετιέναι τὴν ἀρχήν, καὶ τῶν συμπαραγγελλόντων τοὺς ἀρίστους αἰτιασάμενος οὐχ ἡδέως πρὸς ἑαυτὸν ἔχειν διὰ τὸν φθόνον τοῖς ἑαυτοῦ φίλοις συνηγωνίζετο φανερῶς.