Book 10
μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστή, ἣν ἐνίκα στάδιον Τορύμβας Θεσσαλὸς ἄρχοντος Ἀθήνησι Φρασικλέους· ὕπατοι δὲ ἀπεδείχθησαν ἐν Ῥώμῃ Πόπλιος Οὐολούμνιος καὶ Σερούιος Σολπίκιος Καμερῖνος. οὗτοι στρατιὰν μὲν οὐδεμίαν ἐξήγαγον οὔτε ἐπὶ τιμωρίας ἀναπράξει τῶν ἀδικούντων σφᾶς τε αὐτοὺς καὶ τοὺς συμμάχους οὔθʼ ὡς διὰ φυλακῆς τὰ οἰκεῖα ἕξοντες· τῶν δʼ ἐντὸς τείχους κακῶν πρόνοιαν ἐποιοῦντο, μή τι δεινὸν ὁ δῆμος ἐπὶ τῇ βουλῇ συστὰς ἐξεργάσηται.
ἐταράττετο γὰρ αὖθις ὑπὸ τῶν δημάρχων ἀναδιδασκόμενος, ὅτι πολιτειῶν κρατίστη τοῖς ἐλευθέροις ἐστὶν ἡ ἰσηγορία, καὶ κατὰ νόμους ἠξίου διοικεῖσθαι τά τε ἰδιωτικὰ καὶ τὰ δημόσια. οὔπω γὰρ τότε ἦν οὔτʼ ἰσονομία παρὰ Ῥωμαίοις οὔτʼ ἰσηγορία, οὐδʼ ἐν γραφαῖς ἅπαντα τὰ δίκαια τεταγμένα· ἀλλὰ τὸ μὲν ἀρχαῖον οἱ βασιλεῖς αὐτῶν ἔταττον τοῖς δεομένοις τὰς δίκας, καὶ
τὸ δικαιωθὲν ὑπʼ ἐκείνων τοῦτο νόμος ἦν. ὡς δʼ ἐπαύσαντο μοναρχούμενοι, τοῖς κατʼ ἐνιαυτὸν ὑπατεύουσιν ἀνέκειτο τά τε ἄλλα τῶν βασιλέων ἔργα καὶ ἡ τοῦ δικαίου διάγνωσις, καὶ τοῖς ἀμφισβητοῦσι πρὸς ἀλλήλους ὑπὲρ ὁτουδήτινος ἐκεῖνοι τὰ δίκαια οἱ διαιροῦντες ἦσαν.
τούτων δὲ τὰ μὲν πολλὰ τοῖς τρόποις τῶν ἀρχόντων ἀριστίνδην ἀποδεικνυμένων ἐπὶ τὰς ἀρχὰς ἀκόλουθα ἦν· κομιδῇ δʼ ὀλίγα τινὰ ἐν ἱεραῖς ἦν βύβλοις ἀποκείμενα, ἃ νόμων εἶχε δύναμιν, ὧν οἱ πατρίκιοι τὴν γνῶσιν εἶχον μόνοι διὰ τὰς ἐν ἄστει διατριβάς, οἱ δὲ πολλοὶ ἐμπορευόμενοί τε καὶ γεωργοῦντες διὰ πολλῶν ἡμερῶν εἰς ἄστυ καταβαίνοντες ἐπὶ τὰς ἀγορὰς ἄπειροι ἔτι ἦσαν.
τὸ δὲ πολίτευμα τοῦτο πρῶτος μὲν ἐπείρασεν εἰσαγαγεῖν Γάιος Τερέντιος δημαρχῶν ἐν τῷ παρελθόντι ἔτει, ἀτελὲς δὲ ἠναγκάσθη καταλιπεῖν τοῦ τε πλήθους ὄντος ἐπὶ στρατοπέδων καὶ τῶν ὑπάτων ἐπίτηδες ἐν τῇ πολεμίᾳ γῇ τὰς δυνάμεις κατασχόντων, ἕως ὁ τῆς ἀρχῆς αὐτοῖς παρέλθῃ χρόνος.
τότε δʼ αὐτὸ παραλαβόντες οἱ περὶ Αὖλον Οὐεργίνιον δήμαρχοι τελειῶσαι ἐβούλοντο· ἵνα δὲ μὴ τοῦτο γένοιτο μηδὲ κατὰ νόμους ἀναγκασθεῖεν πολιτεύεσθαι, πάντα ἐπιμηχανώμενοι διετέλουν οἵ τε ὕπατοι καὶ ἡ βουλὴ καὶ τῶν ἄλλων πολιτῶν οἱ πλεῖστον ἐν τῇ πόλει δυνάμενοι· βουλαί τε πολλαὶ καὶ ἐκκλησίαι συνεχεῖς ἐγίνοντο πεῖραί τε παντοῖαι ταῖς ἀρχαῖς κατʼ ἀλλήλων, ἐξ ὧν οὐκ ἄδηλον ἅπασιν ἦν, ὅτι μεγάλη τις καὶ ἀνήκεστος ἐξ ἐκείνης τῆς φιλονεικίας ἀναστήσεται τῇ πόλει συμφορά.
συνήπτετο δὲ τοῖς ἀνθρωπίνοις λογισμοῖς καὶ τὰ θεῖα δείματα προσγενόμενα, ὧν ἔνια οὔτʼ ἐν δημοσίαις εὑρίσκετο γραφαῖς οὔτε κατʼ ἄλλην φυλαττόμενα μνήμην οὐδεμίαν.
ὅσα μὲν γὰρ ἐν οὐρανῷ σέλα φερόμενα καὶ πυρὸς ἀνάψεις ἐφʼ ἑνὸς μένουσαι τόπου γῆς τε μυκήματα καὶ τρόμοι συνεχεῖς ἐγίνοντο, μορφαί τʼ εἰδώλων ἄλλοτʼ ἀλλοῖαι δι’ ἀέρος φερόμεναι καὶ φωναὶ ταράττουσαι διάνοιαν ἀνθρώπων, καὶ πάντα ὅσα τούτοις ὅμοια συνέπιπτεν, εὑρίσκετο καὶ πάλαι ποτὲ γεγονότα ἧττον τε καὶ μᾶλλον· οὗ δὲ ἄπειροί τε καὶ ἀνήκοοι ἔτι ἦσαν καὶ ἐφʼ ᾧ μάλιστα ἐταράχθησαν, τοιόνδʼ ἦν· νιφετὸς ἐξ οὐρανοῦ κατέσκηψεν εἰς γῆν πολὺς οὐ χιόνα καταφέρων, ἀλλὰ σαρκῶν θραύσματα ἐλάττω τε καὶ μείζω.
τούτων τὰ μὲν πολλὰ μετάρσια προσπετόμεναι πτηνῶν ὅσαι εἰσὶν ἀγέλαι τοῖς στόμασιν ἥρπαζον, τὰ δʼ ἐπὶ τὴν γῆν ἐνεχθέντα ἐν αὐτῇ τε τῇ πόλει καὶ κατὰ τοὺς ἀγροὺς μέχρι πολλοῦ χρόνου κείμενα ἦν οὔτε χρόαν μεταβάλλοντα, οἵαν ἴσχουσι παλαιούμεναι σάρκες, οὔτε σηπεδόνι διαλυόμενα, ὦζέ τε ἀπʼ αὐτῶν οὐδὲν πονηρόν.
τοῦτο τὸ τέρας οἱ μὲν ἐπιχώριοι μάντεις οὐχ οἷοί τʼ ἦσαν συμβαλεῖν· ἐν δὲ τοῖς Σιβυλλείοις εὑρέθη χρησμοῖς, ὅτι πολεμίων ἀλλοεθνῶν παρελθόντων εἰς τὸ τεῖχος ἀγὼν ὑπὲρ ἀνδραποδισμοῦ καταλήψεται τὴν πόλιν, ἄρξει δὲ τοῦ πρὸς τοὺς ἀλλοεθνεῖς πολέμου στάσις ἐμφύλιος, ἣν χρῆν ἀρχομένην ἐξελαύνοντας ἐκ τῆς πόλεως καὶ θεοὺς παραιτουμένους θυσίαις τε καὶ εὐχαῖς ἀποτρέψαι τὰ δεινά· καὶ
κρείττους ἔσεσθαι τῶν ἐχθρῶν. ὡς δʼ ἐξηνέχθη ταῦτʼ εἰς τὸ πλῆθος, ἱερὰ μὲν πρῶτον ἔθυσαν, οἷς ἡ τούτων ἐπιμέλεια ἀνέκειτο, θεοῖς ἐξακεστηρίοις τε καὶ ἀποτροπαίοις, ἔπειτα συναχθέντες εἰς τὸ βουλευτήριον οἱ σύνεδροι παρόντων καὶ τῶν δημάρχων ὑπὲρ ἀσφαλείας τε καὶ σωτηρίας τῆς πόλεως ἐσκόπουν.
τὸ μὲν οὖν καταλύσασθαι τὰ πρὸς ἀλλήλους ἐγκλήματα καὶ μιᾷ χρήσασθαι γνώμῃ περὶ τῶν κοινῶν, ὡς ὑπετίθεντο οἱ χρησμοί, πάντες ὡμολόγουν· ὅπως δʼ ἂν τοῦτο γένοιτο καὶ ἀπὸ τίνων ἀρξαμένων εἴκειν τοῖς ἑτέροις τὸ διάφορον παύσαιτο στασιάζον, οὐ
μικρὰν αὐτοῖς παρεῖχεν ἀπορίαν. οἱ μὲν γὰρ ὕπατοι καὶ οἱ τῆς βουλῆς προεστῶτες τοὺς εἰσφέροντας καινὰ πολιτεύματα δημάρχους καὶ καταλύειν ἀξιοῦντας τὸν πάτριον τῆς πολιτείας κόσμον αἰτίους ἀπέφαινον τῆς ταραχῆς. οἱ δὲ δήμαρχοι σφᾶς μὲν αὐτοὺς οὐδὲν ἔλεγον ἀνάξιον δρᾶν οὔτε ἄδικον οὔτε ἀσύμφορον εὐνομίαν εἰσάγειν βουλομένους καὶ ἰσηγορίαν· τοὺς δὲ ὑπάτους καὶ τοὺς πατρικίους αἰτίους ἔσεσθαι τῆς στάσεως ἔλεγον ἀνομίαν αὔξοντας καὶ πλεονεξίαν καὶ
ζηλοῦντας τὰ τῶν τυράννων ἔθη. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρʼ ἑκατέρων ἐπὶ πολλὰς ἡμέρας ἐλέγετο, καὶ προὔβαινε διὰ κενῆς ὁ χρόνος· ἐν ᾧ τῶν κατὰ τὴν πόλιν οὔτε δημοσίων οὔτε ἰδίων οὐδὲν ἐτελεῖτο. ὡς δʼ οὐδὲν ἐγίνετο τῶν προὔργου, λόγων μὲν ἐκείνων καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατὰ τῆς βουλῆς, οἱ δήμαρχοι ἀπέστησαν· συναγαγόντες δὲ τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν ὑπέσχοντο τῷ δήμῳ νόμον εἰσοίσειν ὑπὲρ ὧν ἠξίουν.
ἐπαινέσαντος δὲ τοῦ πλήθους τὸν λόγον οὐδὲν ἔτι ἀναβαλόμενοι τὸν παρασκευασθέντα νόμον ἀνέγνωσαν· κεφάλαια δὲ αὐτοῦ τάδε ἦν· ἄνδρας αἱρεθῆναι δέκα ὑπὸ τοῦ δήμου συναχθείσης ἀγορᾶς ἐννόμου τοὺς πρεσβυτάτους τε καὶ φρονιμωτάτους, οἷς ἐστι πλείστη πρόνοια τιμῆς τε καὶ δόξης ἀγαθῆς· τούτους δὲ συγγράψαντας τοὺς ὑπὲρ ἁπάντων νόμους τῶν τε κοινῶν καὶ τῶν ἰδίων εἰς τὸν δῆμον ἐξενεγκεῖν· τοὺς δὲ συγγραφησομένους ὑπʼ αὐτῶν νόμους κεῖσθαι ἐν ἀγορᾷ ταῖς καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδειχθησομέναις ἀρχαῖς καὶ τοῖς ἰδιώταις ὅρους τῶν πρὸς ἀλλήλους δικαίων.
τοῦτον προθέντες τὸν νόμον ἐξουσίαν ἔδοσαν τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν, ἀποδείξαντες τὴν τρίτην ἀγοράν. ἦσαν δὲ πολλοὶ καὶ οὐχ οἱ φαυλότατοι τῶν ἐκ τοῦ συνεδρίου, πρεσβύτεροι καὶ νέοι, κατήγοροι τοῦ νόμου, λόγους διεξιόντες ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς· καὶ
τοῦτʼ ἐφʼ ἡμέρας ἐγίνετο συχνάς. ἔπειτα οἱ δήμαρχοι δυσχεραίνοντες ἐπὶ τῇ διατριβῇ τοῦ χρόνου λόγον μὲν οὐδένα ἔτι τοῖς κατηγόροις τοῦ νόμου προέθεσαν, ἡμέραν δὲ ἀποδείξαντες, ἐν ᾗ κυρώσειν αὐτὸν ἔμελλον, παρεῖναι τοὺς δημότας εἰς αὐτὴν παρεκάλουν ἀθρόους, ὡς οὐκέτι ταῖς μακραῖς δημηγορίαις ἐνοχληθησομένους, ἀλλʼ ἐποίσοντας ὑπὲρ αὐτοῦ τὴν ψῆφον κατὰ φυλάς. οἱ μὲν δὴ ταῦτα ὑποσχόμενοι διέλυσαν τὴν ἐκκλησίαν.
μετὰ δὲ ταῦτα οἵ τε ὕπατοι καὶ τῶν πατρικίων οἱ πλεῖστον δυνάμενοι τραχύτερον ἤδη αὐτῶν προσιόντες καθήπτοντο λέγοντες, ὡς οὐκ ἐπιτρέψουσιν αὐτοῖς νόμους εἰσηγεῖσθαι καὶ τούτους ἀπροβουλεύτους. συνθήκας γὰρ εἶναι κοινὰς πόλεων τοὺς νόμους, οὐχὶ μέρους τῶν ἐν ταῖς πόλεσιν οἰκούντων. τοῦ τε πονηροτάτου ὀλέθρου καὶ ἀνηκέστου καὶ οὐδʼ εὐσχήμονος ἀρχὴν ἀπέφαινον εἶναι πόλεσί τε καὶ οἴκοις, ὅταν τὸ
κάκιστον τῷ κρατίστῳ νομοθετῇ. ποίαν δὲ ὑμεῖς, ἔφασαν, ὦ δήμαρχοι, νόμων εἰσφορᾶς ἢ ἀναιρέσεως ἐξουσίαν ἔχετε; οὐκ ἐπὶ ῥητοῖς μὲν δικαίοις ταύτην τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ἐλάβετε, τοῖς δʼ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν πενήτων βοηθεῖν ᾐτήσασθε τοὺς δημάρχους, ἄλλο δὲ μηδὲν πολυπραγμονεῖν; εἰ δʼ οὖν καὶ πρότερον ἦν τις ὑμῖν δύναμις, ἣν οὐκ ἐκ τοῦ δικαίου βιασάμενοι ἡμᾶς ἐλάβετε, ὑποκατακλινομένης ἑκάστῳ πλεονεκτήματι τῆς βουλῆς, οὐχὶ καὶ ταύτην νῦν ἀπολωλέκατε τῇ μεταβολῇ τῶν ἀρχαιρεσιῶν;
οὔτε γὰρ βουλῆς δόγμα ὑμᾶς οὐκέτι ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχήν, οὔτε αἱ φρᾶτραι τὴν ψῆφον ὑπὲρ ὑμῶν ἐπιφέρουσιν, οὔτε ἱερὰ προθύεται τοῖς θεοῖς πρὸ τῶν ἀρχαιρεσιῶν, ἃ κατὰ νόμους ἐχρῆν ἐπιτελεῖσθαι, οὔτε ἄλλο τῶν πρὸς τοὺς θεοὺς εὐσεβῶν ἢ πρὸς ἀνθρώπους ὁσίων οὐθὲν ἐπὶ τῆς ἀρχῆς τῆς ὑμετέρας γίνεται. τίνος οὖν ὑμῖν ἔτι μέτεστι τῶν ἱερῶν καὶ σεβασμοῦ δεομένων, ὧν ἕν τι καὶ ὁ νόμος ἦν, ἐξαρνησαμένοις ἅπαντα τὰ νόμιμα;
ταῦτά τε δὴ τοῖς δημάρχοις ἔλεγον οἱ πρεσβύτεροι καὶ οἱ νέοι αὐτῶν καθʼ ἑταιρίας διεξιόντες ἀνὰ τὴν πόλιν καὶ τοὺς μὲν ἐπιεικεστέρους τῶν δημοτῶν ὁμιλίαις ἀνελάμβανον κεχαρισμέναις, τοὺς δʼ ἀπειθεῖς καὶ ταραχώδεις ἀπειλαῖς κατεπλήττοντο κινδύνων, εἰ μὴ συμφρονήσειαν· ἤδη δέ τινας τῶν πάνυ ἀπόρων καὶ ἀπερριμμένων, οἷς οὐθενὸς τῶν κοινῶν παρὰ τὰ ἴδια κέρδη φροντὶς ἦν, παίοντες ὥσπερ ἀνδράποδα ἀνεῖργον ἐκ τῆς ἀγορᾶς.
ὁ δὲ πλείστους τε περὶ αὑτὸν ἔχων ἑταίρους καὶ μέγιστον τῶν τότε νέων δυνάμενος Καίσων Κοίντιος ἦν, υἱὸς Λευκίου Κοιντίου τοῦ καλουμένου Κικιννάτου, ᾧ γένος τʼ ἦν ἐπιφανὲς καὶ βίος οὐθενὸς δεύτερος, ἀνὴρ ὀφθῆναί τε κάλλιστος νέων καὶ τὰ πολέμια πάντων λαμπρότατος φύσει τε περὶ λόγους κεχρημένος ἀγαθῇ· ὃς ἐν τῷ τότε χρόνῳ πολὺς ἔρρει κατὰ τῶν δημοτικῶν οὔτε λόγων φειδόμενος, ὧν βαρὺ τοῖς ἐλευθέροις ἀκούειν, οὔτʼ ἔργων ἀκολούθων τοῖς λόγοις ἀπεχόμενος. οἱ μὲν οὖν πατρίκιοι τίμιον αὐτὸν ἐπὶ τούτοις εἶχον καὶ μένειν παρὰ τὰ δεινὰ ἠξίουν αὐτοὶ παρασχεῖν τὸ ἀσφαλὲς ὑπισχνούμενοι· οἱ δʼ ἐκ τοῦ δήμου πάντων δὴ μάλιστα αὐτὸν ἀνθρώπων ἐμίσουν.
τοῦτον τὸν ἄνδρα ἔγνωσαν οἱ δήμαρχοι πρῶτον ἐκποδὼν ποιήσασθαι, ὡς καταπληξόμενοι τοὺς λοιποὺς τῶν νέων καὶ προσαναγκάσοντες σωφρονεῖν. γνόντες δὲ ταῦτα καὶ παρασκευασάμενοι λόγους τε καὶ μάρτυρας πολλοὺς εἰσάγουσιν αὐτὸν ὑπὸ δίκην ἀδικήματος δημοσίου, θανάτου τιμησάμενοι τὴν δίκην. παραγγείλαντες δʼ αὐτῷ παρεῖναι πρὸς τὸν δῆμον, ἐπειδὴ καθῆκεν ὁ χρόνος, ὃν ἔταξαν τῇ δίκῃ, συναγαγόντες ἐκκλησίαν μακροὺς ἐποιήσαντο κατʼ αὐτοῦ λόγους, διεξιόντες ὅσα βίᾳ διαπεπραγμένος ἐτύγχανεν εἰς τοὺς δημότας, ὧν τοὺς πεπονθότας αὐτοὺς παρῆγον μάρτυρας.
ὡς δὲ παρέδωκαν τὸν λόγον, αὐτὸ μὲν τὸ μειράκιον οὐχ ὑπήκουε καλούμενον ἐπὶ τὴν ἀπολογίαν, ἀλλʼ ἠξίου τοῖς ἰδιώταις αὐτοῖς ὑπὲρ ὧν ᾐτιῶντο παθεῖν κατὰ τὸν νόμον ὑπέχειν δίκας, ἐπὶ τῶν ὑπάτων τῆς κρίσεως γινομένης· ὁ δὲ πατὴρ αὐτοῦ χαλεπῶς φέροντας τὴν αὐθάδειαν τοῦ μειρακίου τοὺς δημοτικοὺς ὁρῶν ἀπελογεῖτο τὰ μὲν πολλὰ ψευδῆ τε καὶ ἐξ ἐπιβουλῆς συγκείμενα κατὰ τοῦ παιδὸς ἀποδεικνύς·
ὅσα δʼ οὐκ ἐνῆν ἀρνήσασθαι μικρὰ καὶ φαῦλα καὶ οὐκ ἄξια δημοσίας ὀργῆς εἶναι λέγων καὶ οὐδὲ ταῦτα ἐξ ἐπιβουλῆς ἢ διʼ ὕβριν, ἀλλʼ ὑπὸ φιλοτιμίας μειρακιώδους γεγονότα ἐπιδεικνύμενος, διʼ ἣν πολλὰ μὲν αὐτῷ συμβῆναι δρᾶσαι τῶν ἀβουλήτων ἐν ἁψιμαχίαις, πολλὰ δʼ ἴσως καὶ παθεῖν, οὔτε ἡλικίας ἐν τῷ κρατίστῳ
ὄντι οὔτε φρονήσεως ἐν τῷ καθαρωτάτῳ. ἠξίου τε τοὺς δημοτικοὺς μὴ μόνον ὀργὴν μὴ ἔχειν ἐφʼ οἷς ἥμαρτεν εἰς ὀλίγους, ἀλλὰ καὶ χάριν εἰδέναι περὶ ὧν ἅπαντας εὖ ποιῶν ἐν τοῖς πολέμοις διετέλεσε, τοῖς μὲν ἰδιώταις ἐλευθερίαν κτώμενος, τῇ δὲ πατρίδι ἡγεμονίαν, ἑαυτῷ δὲ εἴ ποτε ἁμάρτοι τι φιλανθρωπίαν παρὰ τῶν πολλῶν καὶ βοήθειαν. καὶ διεξῄει τάς τε στρατείας πάσας καὶ τοὺς ἀγῶνας ἅπαντας, ἐξ ὧν ἀριστεῖα καὶ στεφάνους παρὰ τῶν στρατηγῶν ἔλαβε, πολιτῶν τε ὁπόσων ἐν ταῖς μάχαις ὑπερήσπισε καὶ
τείχεσι πολεμίων ὁσάκις πρῶτος ἐπέβη. τελευτῶν δʼ εἰς οἴκτους κατέβαινε καὶ δεήσεις, ἀντὶ τῆς ἑαυτοῦ πρὸς ἅπαντας ἐπιεικείας βίου τε, ὃς ἐμαρτυρεῖτο αὐτῷ πάσης καθαρὸς διαβολῆς, μίαν ἀπαιτῶν παρὰ τοῦ δήμου χάριν, φυλάξαι τὸν υἱὸν αὐτῷ.
ὁ μὲν οὖν δῆμος ἥδετο πάνυ τοῖς λόγοις καὶ χαρίζεσθαι τὸ μειράκιον τῷ πατρὶ πρόθυμος ἦν. ὁ δὲ Οὐεργίνιος ὁρῶν, ὅτι μὴ δόντος ἐκείνου δίκην ἀφόρητον ἔσται τὸ θράσος τῶν αὐθαδῶν μειρακίων, ἀνίσταται καί φησιν·
σοὶ μέν, ὦ Κοίντιε, ἥ τε ἄλλη μαρτυρεῖται πᾶσα ἀρετὴ καὶ ἡ πρὸς τοὺς δημοτικοὺς εὔνοια, ἀνθʼ ὧν τὸ τιμᾶσθαί σοι πάρεστιν. ἡ δὲ τοῦ μειρακίου βαρύτης καὶ ἡ πρὸς ἅπαντας ἡμᾶς ὑπερηφανία παραίτησιν ἢ συγγνώμην οὐδεμίαν ἐπιδέχεται· ὅστις ὑπὸ τοῖς σοῖς ἤθεσι τραφεὶς οὕτως οὖσι δημοτικοῖς καὶ μετρίοις, ὡς ἅπαντες ἴσμεν, τῶν μὲν σῶν ὑπερεῖδεν ἐπιτηδευμάτων, τυραννικὴν δὲ αὐθάδειαν καὶ βαρβάρων ἀνθρώπων ὕβριν ἠγάπησε, καὶ πονηρῶν ἔργων ζῆλον εἰς τὴν πόλιν ἡμῶν εἰσαγήοχεν.
εἰ μὲν οὖν ἐλάνθανέ σε τοιοῦτος ὤν, νῦν ὅτʼ ἔγνωκας ἀγανακτεῖν ὑπὲρ ἡμῶν δίκαιος ἂν εἴης· εἰ δὲ συνῄδεις τε καὶ συνέπραττες οἷς προεπηλάκιζε τὴν τῶν πενήτων πολιτῶν τύχην, πονηρὸς ἄρα καὶ αὐτὸς ἦσθα, καὶ ἡ τῆς καλοκἀγαθίας δόξα οὐκ ἐκ τοῦ δικαίου σοι περιγέγονεν. ἀλλὰ γὰρ ὅτι ἠγνόεις αὐτὸν οὐκ ὄντα τῆς σῆς ἀρετῆς ἄξιον, ἐγώ σοι τοῦτʼ ἔχω μαρτυρεῖν. ἀπολύων δέ σε τοῦ τότε συναδικεῖν ἡμᾶς μέμφομαι τοῦ
νῦν ἡμῖν μὴ συναγανακτεῖν. ἵνα δὲ μᾶλλον μάθῃς, ἡλίκον ἄρα τῇ πόλει κακὸν ἐπιτρέφων ἐλάνθανες, ὡς ὠμὸν καὶ τυραννικὸν καὶ οὐδὲ φόνου πολιτικοῦ καθαρόν, ἄκουσον αὐτοῦ φιλότιμον ἔργον καὶ ἀντιπαρεξέτασον αὐτῷ τὰς ἐν τοῖς πολέμοις ἀριστείας· καὶ ὑμῶν ὅσοι συνεπαθεῖτε ἀρτίως οἰκτιζομένῳ τῷ ἀνδρὶ σκοπεῖτε, εἰ ἄρα καλῶς ὑμῖν ἔχει τοιούτου φείσασθαι πολίτου.
ταῦτʼ εἰπὼν ἀνίστησιν ἐκ τῶν συναρχόντων Μάρκον Οὐολούσκιον καὶ λέγειν ἐκέλευσεν, ἃ σύνοιδε τῷ μειρακίῳ. σιωπῆς δὲ γενομένης καὶ πολλῆς ἐξ ἁπάντων προσδοκίας μικρὸν ἐπισχὼν ὁ Οὐολούσκιος εἶπεν·
ἐγὼ μάλιστα ἐβουλόμην ἄν, ὦ πολῖται, δίκην ἰδίαν, ἣν ὁ νόμος δίδωσί μοι, παρὰ τούτου λαβεῖν δεινὰ καὶ πέρα δεινῶν πεπονθώς· κωλυθεὶς δὲ τούτου τυχεῖν διὰ πενίαν καὶ ἀσθένειαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι, νῦν γʼ ἡνίκα ἔξεστί μοι τὸ τοῦ μάρτυρος σχῆμα, ἐπειδὴ οὐ τὸ τοῦ κατηγόρου, λήψομαι. ἃ δὲ
πέπονθα, ὡς ὠμὰ καὶ ἀνήκεστα, ἀκούσατέ μου. ἀδελφὸς ἦν μοι Λεύκιος, ὃν ἐγὼ πάντων ἀνθρώπων μᾶλλον ἠγάπησα. οὗτός μοι συνεδείπνει παρὰ φίλῳ, καὶ μετὰ ταῦτʼ ἀναστάντες τῆς ἐχομένης νυκτὸς ᾠχόμεθα. διεληλυθόσι δʼ ἡμῖν τὴν ἀγορὰν περιτυγχάνει Καίσων οὑτοσὶ κωμάζων σὺν ἑτέροις ἀγερώχοις μειρακίοις. καὶ οὗτοι τὸ μὲν πρῶτον ἔσκωπτόν τε καὶ ὕβριζον εἰς ἡμᾶς, οἷα μεθύοντες ἂν νέοι καὶ αὐθάδεις ὡς ἂν εἰς ταπεινοὺς καὶ πένητας ὑβρίσαιεν, ὡς δʼ ἠγανακτοῦμεν πρὸς αὐτούς, ἐλεύθερον ῥῆμα εἰς τοῦτον εἶπε. δεινὸν δʼ ἡγησάμενος οὑτοσὶ Καίσων ἀκοῦσαί τι, ὧν οὐκ ἐβούλετο, προσδραμὼν αὐτῷ παίων καὶ λακτίζων καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν ἐνδεικνύμενος ἀποκτείνει.
ἐμοῦ δὲ κεκραγότος καὶ ἀμυνομένου τοσαῦτα ὅσα ἐδυνάμην, ἐκεῖνον ἤδη νεκρὸν κείμενον ἀφεὶς ἐμὲ πάλιν ἔπαιε καὶ οὐ πρότερον ἐπαύσατο, πρὶν ἀκίνητόν τε καὶ ἄφωνον εἶδεν ἐρριμμένον, δόξας εἶναι νεκρόν. μετὰ δὲ ταῦτα οὗτος μὲν ἀπιὼν ᾤχετο χαίρων ὥσπερ ἐπὶ καλῷ ἔργῳ· ἡμᾶς δὲ οἱ παραγενόμενοι μετὰ ταῦτα αἵματι πεφυρμένους αἴρουσι καὶ εἰς τὴν οἰκίαν ἀπεκόμισαν, τὸν μὲν ἀδελφόν μου Λεύκιον νεκρόν, ὥσπερ ἔφην, ἐμὲ δὲ ἡμιθανῆ καὶ ἐλπίδας ἔχοντα τοῦ ζῆν ὀλίγας.
ταῦτα δʼ ἐγένετο Ποπλίου Σερουιλίου καὶ Λευκίου Αἰβουτίου τὴν ὑπατείαν ἐχόντων, ὅτε ἡ μεγάλη νόσος κατέλαβε τὴν πόλιν, ἧς ἀπελαύσαμεν καὶ ἡμεῖς ἀμφότεροι. τότε μὲν οὖν δίκην οὐχ οἷόν τʼ ἦν μοι παρʼ αὐτοῦ λαβεῖν τεθνηκότων ἀμφοτέρων τῶν ὑπάτων· Λευκίου δὲ Λοκρητίου καὶ Τίτου Οὐετουρίου παραλαβόντων τὴν ἀρχὴν βουλόμενος αὐτὸν ἀγαγεῖν ὑπὸ δίκην ἐκωλύθην διὰ τὸν πόλεμον, ἐκλελοιπότων ἀμφοτέρων τῶν ὑπάτων τὴν πόλιν.
ὡς δὲ ἀνέστρεψαν ἀπὸ τῆς στρατείας, πολλάκις αὐτὸν ἐπὶ τὴν ἀρχὴν καλῶν, ὁσάκις προσέλθοιμι — καὶ ταῦτα δὴ πολλοὶ τῶν πολιτῶν ἴσασι — πληγὰς ἐλάμβανον ὑπʼ αὐτοῦ. ταῦτʼ ἐστὶν ἃ πέπονθα, ὦ δημόται, μετὰ πάσης ἀληθείας εἰρημένα πρὸς ὑμᾶς.
ταῦτʼ εἰπόντος αὐτοῦ κραυγή τε ἐκ τῶν παρόντων ἐγένετο καὶ ὁρμὴ πολλῶν ἐπὶ τὴν ἐκ χειρὸς δίκην. ἀλλʼ οἵ τε ὕπατοι ἐμποδὼν ἐγένοντο καὶ τῶν δημάρχων οἱ πλείους πονηρὸν ἔθος οὐκ ἀξιοῦντες εἰς τὴν πόλιν εἰσάγειν. ἦν δὲ καὶ τοῦ δήμου τὸ καθαρώτατον οὐ βουλόμενον ἀποστερεῖν λόγου τοὺς ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένους.
τότε μὲν οὖν ἐπέσχε τὴν τῶν θρασυτέρων ὁρμὴν ἡ τοῦ δικαίου πρόνοια, καὶ ἀναβολὴν ἔλαβεν ἡ δίκη, οὐ μικρᾶς ἐμπεσούσης φιλοτιμίας καὶ ζητήσεως ὑπὲρ τοῦ σώματος, εἴτʼ ἐν δεσμοῖς αὐτὸ δεῖ φυλάττεσθαι τέως, εἴτʼ ἐγγυητὰς δοῦναι τῆς ἀφίξεως, ὥσπερ καὶ ὁ πατὴρ ἠξίου· καὶ ἡ βουλὴ συνελθοῦσα ἐψηφίσατο χρήμασι διεγγυηθὲν ἐλεύθερον εἶναι τὸ σῶμα μέχρι δίκης.
τῇ δʼ ἑξῆς ἡμέρᾳ συναγαγόντες οἱ δήμαρχοι τὸ πλῆθος, ἐκλιπόντος τοῦ μειρακίου τὴν δίκην, ἐκύρωσαν τὴν κατʼ αὐτοῦ ψῆφον καὶ τοὺς ἐγγυητὰς δέκα ὄντας ἐπράξαντο τὰ περὶ τοῦ σώματος τῆς ἀποκαταστάσεως ὁμολογηθέντα χρήματα.