Book 1
65.4
ὄρη. ἐν δὲ τούτῳ πολλὴ ἐγένετο ταραχὴ καὶ θόρυβος, οἷα ἐν νυκτὶ κινουμένης στρατιᾶς, ὡς αὐτίκα μάλα τῶν πολεμίων σφίσιν ἐπιθησομένων οὐ σὺν κόσμῳ οὐδὲ κατὰ τέλη τὴν ἔλασιν ποιουμένοις· οἱ δὲ Λατῖνοι, ἐπειδὴ τό τε φρούριον ἐξ ἐφόδου κατειλήφεσαν καὶ τὸ ἄλλο στράτευμα ἔμαθον τεταραγμένον, ἐπέκειντο αὐτοῖς κτείνοντες καὶ διώκοντες. τῶν δʼ οὐχ ὅπως τις πρὸς ἀλκὴν τραπέσθαι ἐπεχείρησεν, ἀλλʼ οὐδὲ μαθεῖν ἐν οἷς ἦσαν κακοῖς ἠδύνατο· ὑπὸ δὲ θορύβου καὶ ἀμηχανίας οἱ μὲν κατὰ κρημνῶν φερόμενοι διεφθείροντο, οἱ δʼ εἰς φάραγγας ἀνεξόδους ἐμπίπτοντες ἡλίσκοντο, οἱ δὲ πλεῖστοι ἀγνοήσαντες ἀλλήλους ἀνὰ τὸ σκότος ὅσα πολεμίους διέθεσαν, καὶ ὁ πλεῖστος αὐτῶν φθόρος ἀλληλοκτόνος ἐγίνετο. Μεσέντιος δὲ σὺν ὀλίγοις λόφον τινὰ καταλαβών, ἐπειδὴ τοῦ παιδὸς τὸν μόρον ἐπύθετο καὶ ὅσος αὐτῷ στρατὸς διέφθαρτο ἐν οἵῳ τε χωρίῳ κατακεκλεικὼς ἑαυτὸν ἦν,
65.5
ὡς ὢν ἐν ἀπορίᾳ χρήματος, ἔπεμψε κήρυκας εἰς τὸ Λαουΐνιον περὶ φιλίας διαλεξομένους, Ἀσκανίου δὲ τοῖς Λατίνοις ταμιεύεσθαι τὴν τύχην συμβουλεύοντος ἄδειαν εὑρόμενος ἀπῆλθεν ὑπόσπονδος μεθʼ ὅσης εἶχε δυνάμεως καὶ τὸν ἀπὸ τοῦδε χρόνον ἅπαντα διαλυσάμενος τὴν ἔχθραν πρὸς τοὺς Λατίνους βέβαιος φίλος ἦν.