Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

63.2 τῷ δʼ ἑξῆς ἔτει, πρώτῳ δὲ μετὰ τὴν ἅλωσιν ὑπὸ τὴν μετοπωρινὴν ἰσημερίαν ἄραντες οἱ Τρῶες ἐκ τῆς γῆς περαιοῦνται τὸν Ἑλλήσποντον καὶ καταχθέντες εἰς τὴν Θρᾴκην αὐτοῦ διατρίβουσι τὴν χειμερινὴν ὥραν δεχόμενοί τε τοὺς ἐπισυνιόντας ἐκ τῆς φυγῆς καὶ παρασκευαζόμενοι τὰ εἰς τὸν ἀπόπλουν. ἐκ δὲ τῆς Θρᾴκης ἀναστάντες ἔαρος ἀρχομένου τελοῦσι τὸν μεταξὺ πλοῦν ἄχρι Σικελίας· ἐκεῖ δὲ ὁρμισαμένοις αὐτοῖς τὸ ἔτος τοῦτο τελευτᾷ, καὶ διατρίβουσι τὸν δεύτερον χειμῶνα τὰς πόλεις συνοικίζοντες τοῖς Ἐλύμοις ἐν Σικελίᾳ.
63.3 πλοΐμων δὲ γενομένων ἄραντες ἀπὸ τῆς νήσου περῶσι τὸ Τυρρηνικὸν πέλαγος καὶ τελευτῶντες εἰς Λωρεντὸν ἀφικνοῦνται τὸν Ἀβοριγίνων αἰγιαλὸν μεσούσης θερείας. λαβόντες δὲ τὸ χωρίον οἰκίζουσιν ἐν αὐτῷ Λαουΐνιον τὸν δεύτερον ἀπὸ τῆς ἁλώσεως ἐκπληρώσαντες ἐνιαυτόν. καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.
64.1 Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων· τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme