Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

58.5 ὡς δὲ ταῦτα ὁ Λατῖνος ἤκουσεν ἀπεκρίνατο πρὸς αὐτόν· ἀλλʼ ἔγωγε εὔνοιάν τε πρὸς ἅπαν τὸ Ἑλληνικὸν γένος ἔχω καὶ συμφοραῖς ἀνθρώπων ἀναγκαίαις πάνυ ἄχθομαι, σώζεσθαί τε ὑμᾶς περὶ πολλοῦ ἂν ποιησαίμην, εἴ μοι δῆλοι γένοισθε οἰκήσεως δεόμενοι ἥκειν ἐν ἀποχρώσῃ τε γῆς μοίρᾳ καὶ πρὸς φιλίαν τῶν δοθησομένων μεθέξοντες, ἀλλʼ οὐ τὴν ἐμὴν δυναστείαν ἀφαιρησόμενοι πρὸς βίαν. εἰ δʼ ἐπαληθεύεται ὑμῖν ὅδʼ ὁ λόγος πίστεις τούτων ἀξιῶ δοῦναι καὶ λαβεῖν, αἳ φυλάξουσιν ἡμῖν ἀδόλους τὰς ὁμολογίας.
59.1 Αἰνείου δὲ ἐπαινέσαντος τὰ λεγόμενα γίνονται συνθῆκαι τοῖς ἔθνεσιν ἐφʼ ὁρκίων τοιαίδε· Ἀβοριγῖνας μὲν Τρωσὶ δοῦναι χώραν ὅσην ἠξίουν ἀμφὶ τοὺς τετταράκοντα σταδίους πανταχοῦ πορευομένοις ἀπὸ τοῦ λόφου· Τρῶας δὲ Ἀβοριγῖσι τοῦ τʼ ἐν χερσὶ πολέμου συλλαβέσθαι καὶ ὅπου ἂν ἄλλῃ παρακαλῶνται συστρατεύειν· κοινῇ δὲ ἀμφοτέρους τὰ κράτιστα ὑπὲρ ἀλλήλων πράττειν καὶ χειρὶ καὶ γνώμῃ.
59.2 συνθέμενοι δὲ ταῦτα καὶ τέκνων ὁμηρείαις τὰς πίστεις βεβαιώσαντες κοινῇ στρατεύουσιν ἐπὶ τὰς πόλεις τῶν Ῥοτόλων· διʼ ὀλίγου δὲ τἀκεῖ πάντα χειρωσάμενοι παρῆσαν ἐπὶ τὸ πόλισμα τὸ Τρωικὸν ἡμιτελὲς ἔτʼ ὂν καὶ μιᾷ προθυμίᾳ πάντες χρώμενοι τειχίζουσιν αὐτό.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme