Book 1
56.5
ἕτεροι δὲ λέγουσιν ἀδημονοῦντι τῷ ἀνδρὶ καὶ παρεικότι τὸ σῶμα ὑπὸ λύπης καὶ οὔτε ἐπὶ τὸ στρατόπεδον καταβάντι οὔτε σῖτα προσενεγκαμένῳ, αὐτοῦ δὲ ὡς ἔτυχεν αὐλισθέντι τὴν νύκτʼ ἐκείνην, ἐπιστῆναι μεγάλην τινὰ καὶ θαυμαστὴν ἐνυπνίου τῶν θεῶν τινι τῶν πατρίων εἰκασθεῖσαν ὄψιν τὰ λεχθέντα μικρῷ πρότερον ὑποτιθεμένην· ὁποτέρως δὲ τἀληθὲς ἔχει θεοῖς ἂν εἴη γνώριμον. τῇ δʼ ἑξῆς ἡμέρᾳ τριάκοντα λέγεται χοίρους ἡ ὗς ἐκτεκεῖν, καὶ τοσούτοις ἐνιαυτοῖς ὕστερον ὑπὸ τῶν Τρώων ἑτέρα κτισθῆναι πόλις κατὰ τὸ θέσφατον, ὑπὲρ ἧς ἐν τῷ οἰκείῳ τόπῳ διαλέξομαι.
57.1
Αἰνείας δὲ τῆς μὲν ὑὸς τὸν τόκον ἅμα τῇ γειναμένῃ τοῖς πατρῴοις ἁγίζει θεοῖς ἐν τῷ χωρίῳ τῷδʼ, οὗ νῦν ἐστιν ἡ καλιάς, καὶ αὐτὴν οἱ Λαουινιάται τοῖς ἄλλοις ἄβατον φυλάττοντες ἱερὰν νομίζουσι· τοῖς δὲ Τρωσὶ μεταστρατοπεδεῦσαι κελεύσας ἐπὶ τὸν λόφον ἱδρύεται τὰ ἕδη τῶν θεῶν ἐν τῷ κρατίστῳ καὶ αὐτίκα περὶ τὴν κατασκευὴν τοῦ πολίσματος ἁπάσῃ προθυμίᾳ ὥρμητο ἐλάμβανέ τε καταθέων ἐκ τῶν πέριξ χωρίων ὁπόσα εἰς τὸν πολισμὸν αὐτῷ ἦν χρήσιμα καὶ μάλιστα ἔμελλε λυπηρὰ τοῖς ἀφαιρεθεῖσι φανήσεσθαι, σίδηρον καὶ ξύλα καὶ τὰς γεωργικὰς παρασκευάς.