Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

50.2 παραγενόμενοι ἱερὸν Ἀφροδίτης ἱδρύονται. ἀπὸ δὲ Κυθήρων ποιούμενοι τὸν πλοῦν οὐ πρόσω τῆς Πελοποννήσου τελευτήσαντα τῶν ἑταίρων τινὰ τῶν Αἰνείου Κίναιθον ἐπὶ τῶν ἀκρωτηρίων τινὸς θάπτουσιν, ὃ νῦν ἀπʼ ἐκείνου Κιναίθιον καλεῖται· καὶ τὴν πρὸς Ἀρκάδας συγγένειαν ἀνανεωσάμενοι, περὶ ἧς ἐν ὑστέρῳ λόγῳ διηγήσομαι, χρόνον τε ὀλίγον περὶ ταῦτα τὰ χωρία διατρίψαντες καὶ ὑπολιπόμενοί τινας σφῶν αὐτῶν εἰς Ζάκυνθον ἀφικνοῦνται.
50.3 δεξαμένων δʼ αὐτοὺς καὶ τῶν Ζακυνθίων πρὸς φιλίαν διὰ τὸ συγγενές· Δαρδάνῳ γὰρ τῷ Διὸς καὶ Ἠλέκτρας τῆς Ἀτλαντίδος δύο γενέσθαι φασὶν ἐκ Βατείας παῖδας, Ζάκυνθόν τε καὶ Ἐριχθόνιον, ὧν ὁ μὲν Αἰνείου πρόγονος ἦν, Ζάκυνθος δὲ τῆς νήσου κτίστης· ταύτης τε δὴ τῆς συγγενείας ἀναμνήσει καὶ φιλοφροσύνῃ τῶν ἐπιχωρίων διατρίβοντες αὐτόθι καὶ ἅμα ἀπλοίᾳ κατειργόμενοι θύουσιν Ἀφροδίτῃ πρὸς τῷ κατασκευασθέντι ἱερῷ θυσίαν, ἣν εἰς τόδε χρόνου συντελοῦσι κοινῇ Ζακύνθιοι, καὶ ἀγῶνα ποιοῦσιν ἐφήβοις τῶν τε ἄλλων ἀγωνισμάτων καὶ δρόμου· τὸ δὲ νικητήριον ὁ πρῶτος ἐλθὼν εἰς τὸν νεὼν λαμβάνει· λέγεται δὲ Αἰνείου καὶ Ἀφροδίτης ὁ δρόμος, καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme