Book 1
3.6
ἄρχεσθαι πρὸς αὐτὴν διαφέρεται. ἀλλὰ γὰρ ὅτι μὲν οὔτε τὴν ἐλαχίστην τῶν ὑποθέσεων προῄρημαι, καθάπερ ἔφην, οὔτε περὶ φαύλας καὶ ἀσήμους πράξεις ἔγνωκα διατρίβειν, ἀλλὰ περί τε πόλεως γράφω τῆς περιφανεστάτης καὶ περὶ πράξεων ὧν οὐκ ἂν ἔχοι τις ἑτέρας ἐπιδείξασθαι λαμπροτέρας, οὐκ οἶδʼ ὅ,τι δεῖ πλείω λέγειν.
4.1
ὅτι δʼ οὐκ ἄνευ λογισμοῦ καὶ προνοίας ἔμφρονος ἐπὶ τὰ παλαιὰ τῶν ἱστορουμένων περὶ αὐτῆς ἐτραπόμην, ἀλλʼ ἔχων εὐλογίστους ἀποδοῦναι τῆς προαιρέσεως αἰτίας, ὀλίγα βούλομαι προειπεῖν, ἵνα μή τινες ἐπιτιμήσωσί μοι τῶν πρὸς ἅπαντα φιλαιτίων, οὐδέν πω τῶν μελλόντων δηλοῦσθαι προακηκοότες, ὅτι τῆς ἀοιδίμου γενομένης καθʼ ἡμᾶς πόλεως ἀδόξους καὶ πάνυ ταπεινὰς τὰς πρώτας ἀφορμὰς λαβούσης καὶ οὐκ ἀξίας ἱστορικῆς ἀναγραφῆς, οὐ πολλαῖς δὲ γενεαῖς πρότερον εἰς ἐπιφάνειαν καὶ δόξαν ἀφιγμένης, ἐξ οὗ τάς τε Μακεδονικὰς καθεῖλε δυναστείας καὶ τοὺς Φοινικικοὺς κατώρθωσε πολέμους, ἐξόν μοι τῶν ἐνδόξων τινὰ λαβεῖν αὐτῆς ὑποθέσεων, ἐπὶ τὴν οὐδὲν ἔχουσαν ἐπιφανὲς ἀρχαιολογίαν ἀπέκλινα.