Book 1
3.3
ἡ δὲ Ῥωμαίων πόλις ἁπάσης μὲν ἄρχει γῆς ὅση μὴ ἀνέμβατός ἐστιν, ἀλλʼ ὑπʼ ἀνθρώπων κατοικεῖται, πάσης δὲ κρατεῖ θαλάσσης, οὐ μόνον τῆς ἐντὸς Ἡρακλείων στηλῶν, ἀλλὰ καὶ τῆς Ὠκεανίτιδος ὅση πλεῖσθαι μὴ ἀδύνατός ἐστι, πρώτη καὶ μόνη τῶν ἐκ τοῦ παντὸς αἰῶνος μνημονευομένων ἀνατολὰς καὶ δύσεις ὅρους ποιησαμένη τῆς δυναστείας· χρόνος τε αὐτῇ τοῦ κράτους οὐ βραχύς, ἀλλʼ ὅσος οὐδεμιᾷ τῶν ἄλλων οὔτε πόλεων οὔτε βασιλειῶν.
3.4
εὐθὺς μὲν γὰρ ἐξ ἀρχῆς μετὰ τὸν οἰκισμὸν τὰ πλησίον ἔθην πολλὰ καὶ μάχιμα ὄντα προσήγετο καὶ προὔβαινεν ἀεὶ πᾶν δουλουμένη τὸ ἀντίπαλον· ταῦτα δὲ πέντε καὶ τετταράκοντα ἤδη πρὸς τοῖς ἑπτακοσίοις ἔτεσίν ἐστιν εἰς ὑπάτους Κλαύδιον Νέρωνα τὸ δεύτερον ὑπατεύοντα καὶ Πείσωνα Καλπούρνιον, οἳ κατὰ τὴν τρίτην ἐπὶ ταῖς ἐνενήκοντα καὶ ἑκατὸν ὀλυμπιάσιν ἀπεδείχθησαν. ἐξ οὗ δὲ ὅλης ἐκράτησεν Ἰταλίας καὶ ἐπὶ τὴν ἁπάντων ἐθάρρησεν ἀρχὴν προελθεῖν, ἐκβαλοῦσα μὲν ἐκ τῆς θαλάττης Καρχηδονίους, οἳ πλείστην ἔσχον ναυτικὴν δύναμιν, ὑποχείριον δὲ λαβοῦσα Μακεδονίαν, ἣ
3.5
τέως ἐδόκει μέγιστον ἰσχύειν κατὰ γῆν, οὐδὲν ἔτι ἀντίπαλον ἔχουσα οὔτε βάρβαρον φῦλον οὔτε Ἑλληνικὸν γενεὰν ἑβδόμην ἤδη τὴν ἐπʼ ἐμοῦ διαμένει παντὸς ἄρχουσα τόπου· ἔθνος δὲ οὐδὲν ὡς εἰπεῖν ἐστιν, ὃ περὶ τῆς κοινῆς ἡγεμονίας ἢ τοῦ μὴ