Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

33.4 λέγονται δὲ καὶ γραμμάτων Ἑλληνικῶν χρῆσιν εἰς Ἰταλίαν πρῶτοι διακομίσαι νεωστὶ φανεῖσαν Ἀρκάδες καὶ μουσικὴν τὴν διʼ ὀργάνων, ἃ δὴ λύραι τε καὶ τρίγωνα καὶ αὐλοὶ καλοῦνται, τῶν προτέρων ὅτι μὴ σύριγξι ποιμενικαῖς οὐδενὶ ἄλλῳ μουσικῆς τεχνήματι χρωμένων, νόμους τε θέσθαι καὶ τὴν δίαιταν ἐκ τοῦ θηριώδους ἐπὶ πλεῖστον εἰς ἡμερότητα μεταγαγεῖν τέχνας τε καὶ ἐπιτηδεύματα καὶ ἄλλα πολλά τινα ὠφελήματα εἰς τὸ κοινὸν καταθεῖναι, καὶ διὰ ταῦτα πολλῆς ἐπιμελείας τυγχάνειν πρὸς τῶν ὑποδεξαμένων.
33.5 τοῦτο δεύτερον ἔθνος Ἑλληνικὸν μετὰ Πελασγοὺς ἀφικόμενον εἰς Ἰταλίαν κοινὴν ἔσχε μετὰ τὴν τῶν Ἀβοριγίνων οἴκησιν ἐν τῷ κρατίστῳ τῆς Ῥώμης ἱδρυσάμενον χωρίῳ.
34.1 ὀλίγοις δʼ ὕστερον ἔτεσι μετὰ τοὺς Ἀρκάδας ἄλλος εἰς Ἰταλίαν ἀφικνεῖται στόλος Ἑλληνικὸς ἄγοντος Ἡρακλέους, ὃς Ἰβηρίαν καὶ τὰ μέχρι δυσμῶν ἡλίου πάντα χειρωσάμενος ἧκεν. ἐξ ὧν τινες Ἡρακλέα παραιτησάμενοι τῆς πραγματείας ἀφεθῆναι, περὶ ταῦτα τὰ χωρία ὑπέμειναν καὶ πολίζονται λόφον ἐπιτήδειον εὑρόντες, τρισταδίῳ δὲ μάλιστα μήκει τοῦ Παλλαντίου διειργόμενον, ὅς νῦν μὲν Καπιτωλῖνος ὀνομάζεται, ὑπὸ δὲ τῶν τότε ἀνθρώπων Σατόρνιος ἐλέγετο, ὥσπερ ἂν εἴποι τις Ἑλλάδι φωνῇ Κρόνιος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme