Book 1
28.3
Δωριεῖσʼ. Ἑλλάνικος δὲ ὁ Λέσβιος τοὺς Τυρρηνούς φησι Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν νῦν ἔχουσι προσηγορίαν. ἔχει δὲ αὐτῷ ἐν Φορωνίδι ὁ λόγος ὧδε· ʽτοῦ Πελασγοῦ τοῦ βασιλέος αὐτῶν καὶ Μενίππης τῆς Πηνειοῦ ἐγένετο Φράστωρ, τοῦ δὲ Ἀμύντωρ, τοῦ δὲ Τευταμίδης, τοῦ δὲ Νάνας. ἐπὶ τούτου βασιλεύοντες οἱ Πελασγοὶ ὑπʼ Ἑλλήνων ἀνέστησαν, καὶ ἐπὶ Σπινῆτι ποταμῷ ἐν τῷ Ἰονίῳ κόλπῳ τὰς νῆας καταλιπόντες Κρότωνα πόλιν ἐν μεσογείῳ εἷλον καὶ ἐντεῦθεν ὁρμώμενοι τὴν νῦν καλεομένην Τυρσηνίην ἔκτισανʼ.
28.4
Μυρσίλος δὲ τὰ ἔμπαλιν ἀποφαινόμενος Ἑλλανίκῳ τοὺς Τυρρηνούς φησιν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον, ἐν τῇ πλάνῃ μετονομασθῆναι Πελαργοὺς, τῶν ὀρνέων τοῖς καλουμένοις πελαργοῖς εἰκασθέντας, ὡς κατʼ ἀγέλας ἐφοίτων εἴς τε τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον· καὶ τοῖς Ἀθηναίοις τὸ τεῖχος τὸ περὶ τὴν ἀκρόπολιν, τὸ Πελαργικὸν καλούμενον, τούτους περιβαλεῖν.
29.1
ἐμοὶ μέντοι δοκοῦσιν ἅπαντες ἁμαρτάνειν οἱ πεισθέντες ἓν καὶ τὸ αὐτὸ ἔθνος εἶναι τὸ Τυρρηνικὸν καὶ τὸ Πελασγικόν. τῆς μὲν γὰρ ὀνομασίας ἀπολαῦσαί ποτε αὐτοὺς τῆς ἀλλήλων οὐδὲν θαυμαστὸν ἦν, ἐπεὶ καὶ ἄλλα δή τινα ἔθνη, τὰ μὲν Ἑλλήνων, τὰ δὲ βαρβάρων, ταὐτὸν ἔπαθεν, ὥσπερ τὸ Τρωικὸν καὶ τὸ Φρυγικὸν ἀγχοῦ οἰκοῦντα ἀλλήλων· ʽπολλοῖς γέ τοι γένος ἓν ἄμφω ταῦτʼ ἐνομίσθη, κλήσει διαλλάττον οὐ φύσεἰ καὶ οὐχ ἥκιστα τῶν ἄλλοθί που συνωνυμίαις ἐπικερασθέντων καὶ τὰ ἐν Ἰταλίᾳ