Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

21.3 ἔσχον δέ τινα καὶ οὗτοι τῶν καλουμένων Καμπανῶν εὐβότων πάνυ καὶ τὴν ὄψιν ἡδίστων πεδίων οὐκ ἐλαχίστην μοῖραν, ἔθνος τι βαρβαρικὸν Αὐρωνίσσους ἐκ μέρους ἀναστήσαντες αὐτῶν· καὶ πόλεις αὐτόθι κατεσκεύασαν ἄλλας τε καὶ Λάρισαν, ἐπὶ τῆς ἐν Πελοποννήσῳ σφῶν μητροπόλεως ὄνομα θέμενοι αὐτῇ.
21.4 τῶν μὲν οὖν ἄλλων πολισμάτων ἔστιν ἃ καὶ μέχρις ἐμοῦ ὀρθὰ ἦν, διαμείψαντα πολλάκις τοὺς οἰκήτορας· ἡ δὲ Λάρισα ἐκ πολλῶν πάνυ χρόνων ἐρημωθεῖσα οὐδʼ εἰ πώποτε ᾠκήθη γνώρισμα φανερὸν οὐδὲν ἔχει τοῖς νῦν ὅτι μὴ τοὔνομα, καὶ οὐδὲ τοῦτο πολλοὶ ἴσασιν· ἦν δὲ ἀγορᾶς Ποπιλίας καλουμένης οὐ πρόσω. πολλὰ δὲ καὶ ἄλλα τῆς τε παραθαλαττίου καὶ ἐν τῇ μεσογείῳ χωρία κατέσχον ἀφελόμενοι τοὺς Σικελούς.
22.1 οἱ δὲ Σικελοὶ ʽοὐ γὰρ ἔτι ἀντέχειν οἷοί τε ἦσαν ὑπό τε Πελασγῶν καὶ Ἀβοριγίνων πολεμούμενοἰ τέκνα καὶ γυναῖκας καὶ τῶν χρημάτων ὅσα χρυσὸς ἢ ἄργυρος ἦν ἀνασκευασάμενοι μεθίενται αὐτοῖς ἁπάσης τῆς γῆς. τραπόμενοι δὲ διὰ τῆς ὀρεινῆς ἐπὶ τὰ νότια καὶ διεξελθόντες ἅπασαν Ἰταλίαν τὴν κάτω, ἐπειδὴ πανταχόθεν ἀπηλαύνοντο, σὺν χρόνῳ κατασκευασάμενοι σχεδίας ἐπὶ τῷ πορθμῷ καὶ φυλάξαντες κατιόντα τὸν ῥοῦν ἀπὸ τῆς Ἰταλίας διέβησαν ἐπὶ τὴν ἔγγιστα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme