Book 1
2.1
τὴν μὲν οὖν ὑπόθεσιν ὅτι καλὴν εἴληφα καὶ μεγαλοπρεπῆ καὶ πολλοῖς ὠφέλιμον οὐ μακρῶν οἶμαι δεήσειν λόγων τοῖς γε δὴ μὴ παντάπασιν ἀπείρως ἔχουσι τῆς κοινῆς ἱστορίας. εἰ γάρ τις ἐπιστήσας τὴν διάνοιαν ἐπὶ τὰς παραδεδομένας ἐκ τοῦ παρεληλυθότος χρόνου πόλεών τε καὶ ἐθνῶν ἡγεμονίας, ἔπειτα χωρὶς ἑκάστην σκοπῶν καὶ παρʼ ἀλλήλας ἐξετάζων διαγνῶναι βουληθείη, τίς αὐτῶν ἀρχήν τε μεγίστην ἐκτήσατο καὶ πράξεις ἀπεδείξατο λαμπροτάτας ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους, μακρῷ δή τινι τὴν Ῥωμαίων ἡγεμονίαν ἁπάσας ὑπερβεβλημένην ὄψεται τὰς πρὸ αὐτῆς μνημονευομένας, οὐ μόνον κατὰ τὸ μέγεθος τῆς ἀρχῆς καὶ κατὰ τὸ κάλλος τῶν πράξεων, ἃς οὔπω κεκόσμηκε λόγος οὐδεὶς ἀξίως, ἀλλὰ καὶ κατὰ τὸ μῆκος τοῦ περιειληφότος αὐτὴν χρόνου μέχρι τῆς καθʼ ἡμᾶς ἡλικίας.
2.2
ἡ μὲν γὰρ Ἀσσυρίων ἀρχὴ παλαιά τις οὖσα καὶ εἰς τοὺς μυθικοὺς ἀναγομένη χρόνους ὀλίγου τινὸς ἐκράτησε τῆς Ἀσίας μέρους. ἡ δὲ Μηδικὴ καθελοῦσα τὴν Ἀσσυρίων καὶ μείζονα δυναστείαν περιβαλομένη χρόνον οὐ πολὺν κατέσχεν, ἀλλʼ ἐπὶ τῆς τετάρτης κατελύθη γενεᾶς. Πέρσαι δὲ οἱ Μήδους καταγωνισάμενοι τῆς μὲν Ἀσίας ὀλίγου δεῖν πάσης τελευτῶντες ἐκράτησαν, ἐπιχειρήσαντες δὲ καὶ τοῖς Εὐρωπαίοις ἔθνεσιν οὐ πολλὰ ὑπηγάγοντο, χρόνον τε οὐ πολλῷ πλείονα διακοσίων ἐτῶν ἔμειναν ἐπὶ