Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

15.2 ἡ δὲ νῆσός ἐστι μὲν ὡσπερὰν πεντήκοντα ποδῶν τὴν διάμετρον, ὑπερανέστηκε δὲ τοῦ νάματος οὐ πλεῖον ἢ ποδιαῖον ὕψος· ἀνίδρυτος δʼ ἐστὶ καὶ περινήχεται πολλαχῇ δινοῦντος αὐτὴν ἄλλοτε κατʼ ἄλλους τόπους ἠρέμα τοῦ πνεύματος. χλόη δέ τις ἐν αὐτῇ φύεται βουτόμῳ προσεμφερὴς καὶ θάμνοι τινὲς οὐ μεγάλοι, πρᾶγμα κρεῖττον λόγου τοῖς ἀθεάτοις ὧν ἡ φύσις δρᾷ καὶ θαυμάτων οὐδενὸς δεύτερον.
16.1 τὴν μὲν δὴ πρώτην οἴκησιν οἱ Ἀβοριγῖνες ἐν τούτοις λέγονται ποιήσασθαι τοῖς τόποις, ἐξελάσαντες ἐξ αὐτῶν Ὀμβρικούς. ἐντεῦθεν δὲ ὁρμώμενοι τοῖς τε ἄλλοις βαρβάροις καὶ πάντων μάλιστα Σικελοῖς ὁμοτέρμοσιν οὖσιν ὑπὲρ τῆς χώρας ἐπολέμουν, τὸ μὲν πρῶτον ἱερά τις ἐξελθοῦσα νεότης, ἄνδρες ὀλίγοι κατὰ βίου ζήτησιν ὑπὸ τῶν γειναμένων ἀποσταλέντες, ἔθος ἐκπληροῦντες ἀρχαῖον, ᾧ πολλοὺς βαρβάρων τε καὶ Ἑλλήνων ἐπίσταμαι χρησαμένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme