Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

11.3 ἀπανέστη δὲ τῆς Ἑλλάδος Οἴνωτρος οὐκ ἀρκούμενος τῇ μοίρᾳ· δύο γὰρ καὶ εἴκοσι παίδων Λυκάονι γενομένων εἰς τοσούτους ἔδει κλήρους νεμηθῆναι τὴν Ἀρκάδων χώραν. ταύτης μὲν δὴ τῆς αἰτίας ἕνεκα Πελοπόννησον Οἴνωτρος ἐκλιπὼν καὶ κατασκευασάμενος ναυτικὸν διαίρει τὸν Ἰόνιον πόντον καὶ σὺν αὐτῷ Πευκέτιος τῶν ἀδελφῶν εἷς. εἵποντο δὲ αὐτοῖς τοῦ τε οἰκείου λαοῦ συχνοί, πολυάνθρωπον γὰρ δὴ τὸ ἔθνος τοῦτο λέγεται κατʼ ἀρχὰς γενέσθαι, καὶ τῶν ἄλλων Ἑλλήνων ὅσοι χώραν εἶχον ἐλάττω τῆς ἱκανῆς.
11.4 Πευκέτιος μὲν οὖν, ἔνθα τὸ πρῶτον ὡρμίσαντο τῆς Ἰταλίας, ὑπὲρ ἄκρας Ἰαπυγίας ἐκβιβάσας τὸν λεὼν αὐτοῦ καθιδρύεται, καὶ ἀπʼ αὐτοῦ οἱ περὶ ταῦτα τὰ χωρία οἰκοῦντες Πευκέτιοι ἐκλήθησαν. Οἴνωτρος δὲ τὴν πλείω τοῦ στρατοῦ μοῖραν ἀγόμενος εἰς τὸν ἕτερον ἀφικνεῖται κόλπον τὸν ἀπὸ τῶν ἑσπερίων μερῶν παρὰ τὴν Ἰταλίαν ἀναχεόμενον, ὃς τότε μὲν Αὐσόνιος ἐπὶ τῶν προσοικούντων Αὐσόνων ἐλέγετο, ἐπεὶ δὲ Τυρρηνοὶ θαλασσοκράτορες ἐγένοντο, μετέλαβεν ἣν ἔχει νῦν προσηγορίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme