Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

85.2 ἅμα δὲ καὶ τοῦ πολιτικοῦ πλήθους ἐπίδοσιν εἰς εὐανδρίαν ἐσχηκότος ἀπαναλῶσαί τι καλῶς ἔχειν ᾤετο, καὶ μάλιστα τὸ διάφορον αὐτῷ ποτε γενόμενον, ὡς μὴ διʼ ὑποψίας αὐτοὺς ἔχοι. κοινωσάμενος δὲ τοῖς μειρακίοις, ἐπειδὴ κἀκείνοις ἐδόκει, δίδωσιν αὐτοῖς χωρία μὲν ὧν ἄρξουσιν, ἔνθα παῖδες ὄντες ἐτράφησαν, ἐκ δὲ τοῦ λεὼ τόν τε διʼ ὑποψίας αὐτῷ γενόμενον, ὃς ἔμελλε νεωτερισμοῦ εἰσαῦθις ἄρξειν, καὶ εἴ τι ἑκούσιον ἀπαναστῆναι ἐβούλετο.
85.3 ἦν δὲ ἐν τούτοις πολὺ μὲν ὥσπερ εἰκὸς ἐν πόλει κινουμένῃ τὸ δημοτικὸν γένος, ἱκανὸν δὲ καὶ τὸ ἀπὸ τοῦ κρατίστου γνώριμον, ἐκ δὲ τοῦ Τρωικοῦ τὸ εὐγενέστατον δὴ νομιζόμενον, ἐξ οὗ καὶ γενεαί τινες ἔτι περιῆσαν εἰς ἐμέ, πεντήκοντα μάλιστʼ οἶκοι. ἐχορηγεῖτο δὲ τοῖς νεανίσκοις καὶ χρήματα καὶ ὅπλα καὶ σῖτος καὶ ἀνδράποδα καὶ ὑποζύγια ἀχθοφόρα καὶ εἴ τι ἄλλο πόλεως ἦν κατασκευῇ πρόσφορον.
85.4 ὡς δὲ ἀνέστησαν ἐκ τῆς Ἄλβας οἱ νεανίσκοι τὸν λεὼν μίξαντες αὐτῷ τὸν αὐτόθεν, ὅσος ἦν ἐν τῷ Παλλαντίῳ καὶ περὶ τὴν Σατορνίαν ὑπολιπής, μερίζονται τὸ πλῆθος ἅπαν διχῇ. τοῦτο δὲ αὐτοῖς δόξαν παρέσχε φιλοτιμίας, ἵνα θᾶττον ἀνύηται τῇ πρὸς ἀλλήλους ἁμίλλῃ τὰ ἔργα, αἴτιον δὲ τοῦ μεγίστου κακοῦ, στάσεως, ἐγένετο.
85.5 οἵ τε γὰρ προσνεμηθέντες αὐτοῖς τὸν ἑαυτῶν ἡγεμόνα ἕκαστοι κυδαίνοντες ὡς ἐπιτήδειον ἁπάντων ἄρχειν ἐπῆρον, αὐτοί τε οὐκέτι μίαν γνώμην ἔχοντες οὐδὲ ἀδελφὰ διανοεῖσθαι ἀξιοῦντες, ὡς αὐτὸς ἄρξων ἑκάτερος θατέρου, παρώσαντες τὸ ἴσον τοῦ πλείονος ὠρέγοντο. τέως μὲν οὖν ἀφανῆ τὰ πλεονεκτήματα αὐτῶν ἦν, ἔπειτα δὲ ἐξερράγη σὺν τοιᾷδε προφάσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme