Book 1
84.7
πλήθει πρόφασις. ὡς δὲ ταῦτʼ ἐγένετο Νεμέτορα μὲν Ἀμολίου καταβοᾶν, ὡς δεινὰ πάσχοι διαρπαζόμενος ὑπὸ τῶν ἐκείνου βουκόλων, καὶ ἀξιοῦν εἰ μηδενὸς αἴτιος τῶν ἐκείνου ἐστὶ παραδοῦναι τὸν βουφορβὸν αὑτῷ καὶ τοὺς υἱοὺς ἐπὶ δίκῃ· Ἀμόλιον δὲ ἀπολύσασθαι βουλόμενον τὴν αἰτίαν τούς τε αἰτηθέντας καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι παρεῖναι τοῖς γενομένοις εἶχον αἰτίαν, ἥκειν κελεύειν δίκας ὑφέξοντας τῷ Νεμέτορι.
84.8
πολλῶν δὲ συνελθόντων ἅμα τοῖς ἐπαιτίοις ἐπὶ τῇ προφάσει τῆς δίκης φράσαντα τοῖς νεανίσκοις τὸν μητροπάτορα πᾶσαν τὴν καταλαβοῦσαν αὐτοὺς τύχην καὶ φήσαντα τιμωρίαν νῦν εἴ ποτε καιρὸν εἶναι λαβεῖν, αὐτίκα ποιήσασθαι σὺν τῷ νομευτικῷ πλήθει τὴν ἐπίθεσιν. περὶ μὲν οὖν γενέσεως καὶ τροφῆς τῶν οἰκιστῶν τῆς Ῥώμης ταῦτα λέγεται.
85.1
τὰ δὲ κατὰ τὴν κτίσιν αὐτὴν γενόμενα (τοῦτο γὰρ ἔτι μοι τὸ μέρος τῆς γραφῆς λείπεται) νῦν ἔρχομαι διηγησόμενος. ἐπειδὴ γὰρ Ἀμολίου τελευτήσαντος ἀνενεώσατο τὴν ἀρχὴν ὁ Νεμέτωρ ὀλίγον ἐπισχὼν χρόνον, ἐν ᾧ τὴν πόλιν ἐκ τῆς πρότερον ἐπεχούσης ἀκοσμίας εἰς τὸν ἀρχαῖον ἐκόσμει τρόπον, εὐθὺς ἐπενόει τοῖς μειρακίοις ἰδίαν ἀρχὴν κατασκευάσαι ἑτέραν πόλιν οἰκίσας.