Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

9.1 τὴν ἡγεμόνα γῆς καὶ θαλάσσης ἁπάσης πόλιν, ἣν νῦν κατοικοῦσι Ῥωμαῖοι, παλαιότατοι τῶν μνημονευομένων λέγονται κατασχεῖν βάρβαροι Σικελοί, ἔθνος αὐθιγενές· τὰ δὲ πρὸ τούτων οὔθʼ ὡς κατείχετο πρὸς ἑτέρων οὔθʼ ὡς ἔρημος ἦν οὐδεὶς ἔχει βεβαίως εἰπεῖν. χρόνῳ δὲ ὕστερον Ἀβοριγῖνες αὐτὴν παραλαμβάνουσι πολέμῳ μακρῷ τοὺς ἔχοντας ἀφελόμενοι·
9.2 οἳ τὸ μὲν πρότερον ἐπὶ τοῖς ὄρεσιν ᾤκουν ἄνευ τειχῶν κωμηδὸν καὶ σποράδες, ἐπεὶ δὲ Πελασγοί τε καὶ τῶν ἄλλων Ἑλλήνων τινὲς ἀναμιχθέντες αὐτοῖς συνήραντο τοῦ πρὸς τοὺς ὁμοτέρμονας πολέμου, τὸ Σικελικὸν γένος ἀπαναστήσαντες ἐξ αὐτῆς πόλεις περιεβάλοντο συχνὰς καὶ παρεσκεύασαν ὑπήκοον αὑτοῖς γενέσθαι πᾶσαν ὅσην ὁρίζουσι ποταμοὶ δύο Λῖρις καὶ Τέβερις· οἳ τὰς μὲν ἀρχὰς λαμβάνουσι τῆς ῥύσεως ἐκ τῆς ὑπωρείας τῶν Ἀπεννίνων ὀρῶν, ὑφʼ ὧν δίχα τέμνεται πᾶσα ἐπὶ μῆκος ἡ Ἰταλία, διαστάντες δὲ κατὰ τὰς ἐκβολὰς ὀκτακόσιά που στάδι᾽ ἀπʼ ἀλλήλων εἰς τὸ Τυρρηνικὸν ἐξερεύγονται πέλαγος, ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τέβερις Ὠστίας πόλεως πλησίον ἐκδιδούς, ἀπὸ δὲ τοῦ μεσημβρινοῦ κλίματος ὁ Λῖρις Μίντουρναν παραμειβόμενος·
9.3 Ῥωμαίων δέ εἰσιν αἱ πόλεις ἀμφότεραι ἄποικοι. καὶ διέμειναν ἐπὶ τῆς αὐτῆς οἰκήσεως οὐκέτι πρὸς ἑτέρων ἐξελαθέντες, ὀνομάτων ἀλλαγαῖς διτταῖς οἱ αὐτοὶ ἄνθρωποι προσαγορευόμενοι, μέχρι μὲν τοῦ Τρωικοῦ πολέμου τὴν ἀρχαίαν τῶν Ἀβοριγίνων ὀνομασίαν ἔτι σώζοντες, ἐπὶ δὲ Λατίνου βασιλέως, ὃς κατὰ τὸν Ἰλιακὸν πόλεμον ἐδυνάστευε, Λατῖνοι ἀρξάμενοι καλεῖσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme