Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

83.1 Φαιστύλος δὲ τῆς ἀλόγου πραότητος ὑποψίᾳ κινηθεὶς μὴ φρονεῖν αὐτὸν ὅμοια τοῖς λόγοις ἀποκρίνεται ὧδε· οἱ μὲν παῖδές εἰσιν ἐν τοῖς ὄρεσι βουκολοῦντες, ὅσπερ ἐκείνων βίος, ἐγὼ δʼ ἐπέμφθην παρʼ αὐτῶν τῇ μητρὶ δηλώσων ἐν αἷς εἰσι τύχαις· ταύτην δὲ παρά σοι φυλάττεσθαι ἀκούων δεήσεσθαι τῆς σῆς θυγατρὸς ἔμελλον, ἵνα με πρὸς αὐτὴν ἀγάγοι. τὴν δὲ σκάφην ἔφερον, ἵνʼ ἔχω δεικνύναι τεκμήριον ἐμφανὲς ἅμα τοῖς λόγοις. νῦν οὖν ἐπεὶ δέδοκταί σοι τοὺς νεανίσκους δεῦρο κομίσαι χαίρω τε, καὶ πέμψον οὕς2τινας βούλει σὺν ἐμοί. δείξω μὲν οὖν τοῖς ἐλθοῦσι τοὺς παῖδας, φράσουσι δʼ αὐτοῖς ἐκεῖνοι τὰ παρά σου.
83.2 ὁ μὲν δὴ ταῦτʼ ἔλεγεν ἀναβολὴν εὑρέσθαι βουλόμενος τοῖς παισὶ τοῦ θανάτου καὶ ἅμα αὐτὸς ἀποδράσεσθαι τοὺς ἄγοντας, ἐπειδὰν ἐν τοῖς ὄρεσι γένηται, ἐλπίσας. Ἀμόλιος δὲ τοῖς πιστοτάτοις τῶν ὁπλοφόρων ἐπιστείλας κρύφα, οὓς ἂν ὁ συοφορβὸς αὐτοῖς δείξῃ συλλαβόντας ὡς αὐτὸν ἄγειν, ἀποστέλλει διαταχέων. ταῦτα δὲ διαπραξάμενος αὐτίκα γνώμην ἐποιεῖτο καλέσας τὸν ἀδελφὸν ἐν φυλακῇ ἀδέσμῳ ἔχειν, ἕως ἂν εὖ θῆται τὰ παρόντα, καὶ αὐτὸν ὡς ἐπʼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme