Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 1

76.4 ἔπραττε δὲ Ἀμόλιος τοῦτο μετʼ ὀνομάτων καλῶν, ὡς τιμὴν τῷ γένει καὶ κόσμον περιτιθεὶς οὔτε αὐτὸς εἰσηγησάμενος τὸν νόμον τόνδε οὔτε κοινῷ ὄντι πρῶτον ἀναγκάσας τῶν ἐν ἀξιώματι χρῆσθαι τὸν ἀδελφόν, ἐν ἔθει δὲ τοῖς Ἀλβανοῖς καὶ ἐν καλῷ ὂν τὰς εὐγενεστάτας ἀποδείκνυσθαι κόρας τῆς Ἑστίας προπόλους. ὁ δὲ Νεμέτωρ αἰσθόμενος οὐκ ἀπὸ τοῦ βελτίστου ταῦτα πράττοντα τὸν ἀδελφὸν ὀργὴν φανερὰν οὐκ ἐποιεῖτο, ἵνα μὴ τῷ δήμῳ ἀπέχθοιτο, ἀπόρρητον δὲ καὶ τοῦτο ἐφύλαττε τὸ ἔγκλημα.
77.1 τετάρτῳ δʼ ὕστερον ἔτει τὴν Ἰλίαν ἐλθοῦσαν εἰς ἱερὸν ἄλσος Ἄρεος ὕδατος ἁγνοῦ κομιδῆς ἕνεκα, ᾧ πρὸς τὰς θυσίας ἔμελλε χρήσασθαι, βιάζεταί τις ἐν τῷ τεμένει. τοῦτον δέ τινες μὲν ἀποφαίνουσι τῶν μνηστήρων ἕνα γενέσθαι τῆς κόρης ἐρῶντα τῆς παιδίσκης, οἱ δὲ αὐτὸν Ἀμόλιον οὐκ ἐπιθυμίας μᾶλλον ἢ ἐπιβουλῆς ἕνεκα φραξάμενόν τε ὅπλοις ὡς ἐκπληκτικώτατος ὀφθήσεσθαι ἔμελλε καὶ τὸ τῆς ὄψεως γνώριμον εἰς ἀσαφὲς ὡς μάλιστα ἐδύνατο καθιστάντα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme